Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. θυμὸν ἀκηχέμενοι· τὀν γὰρ τίον ἶσον Ἀχιλλεῖ.
  2. νὺξ δʼ ἐπόρουσε μέλαινα μετʼ ἀνέρας ὕπνον ἄγουσα·
  3. οἱ δʼ ἄρα δαῖτʼ ἐπάσαντο καὶ Ἠριγένειαν ἔμιμνον,
  4. βαιὸν ἀποβρίξαντες ἀραιοῖσι βλεφάροισιν·
  5. αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα, μή σφισι Τρῶες
  6. νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.