Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
- καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντʼ ἀλεγεινὴν
- αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν
- πάντες ὁμοφρονέοντες ἐϋπτολέμῳ Ὀδυσῆι·
- τοῦ δʼ ἄμοτον γήθησε νόος· στονάχησε δὲ λαός.
- παχνώθη δʼ Αἴαντος ἐῢ σθένος· αἶψα δʼ ἄρʼ αὐτῷ
- ἄτη ἀνιηρὴ περικάππεσε· πὰν δέ οἱ εἴσω
- ἔζεσε φοίνιον αἷμα· χολὴ δʼ ὑπερέβλυσεν αἰνή·
- ἥπατι δʼ ἔγκατʼ ἔμικτο· περὶ κραδίην δʼ ἀλεγεινὸν
- ἷξεν ἄχος, καὶ δριμὺ διʼ ἐγκεφάλοιο θεμέθλων
- ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,
- σὺν δʼ ἔχεεν νόον ἀνδρός· ἐπὶ χθονὶ δʼ ὄμματα πήξας
- ἔστη ἀκινήτῳ ἐναλίγκιος· ἀμφὶ δʼ ἑταῖροι
- ἀχνύμενοί μιν ἄγεσκον ἐϋπρώρους ἐπὶ νῆας
- πολλὰ παρηγορέοντες· ὁ δʼ ὑστατίην ποσὶν οἶμον
- ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.
- ἀλλʼ ὅτε δὴ κατὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον,
- Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,
- καὶ τότʼ ἔσω μεγάλοιο Θέτις κατεδύσατο πόντου·
- σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες· ἀμφὶ δʼ ἄρα σφι
- νήχετο κήτεα πολλά, τά, τά τε τρέφει ἁλμυρὸν οἶδμα.
- αἱ δὲ μέγα σκύζοντο Προμηθέϊ μητιόεντι
- μνώμεναι, ὡς κείνοιο θεοπροπίῃσι Κρονίων
- δῶκε Θέτιν Πηλῆι καὶ καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι.
- Κυμοθόη δʼ ἐν τῇσι μέγʼ ἀσχαλόωσʼ ἀγόρευεν·
- ὤ πόποι, ὡς ὅ γε λυγρὸς ἐπάξια πήμαθʼ ὑπέτλη
- δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ
- κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων.
- ὣς φάτο Κυμοθόη κυανοπ λοκάμοις ἁλίῃσιν.
- ἠέλιος δʼ ἀπόρουσεν, ἐπεσκιόωντο δʼ ἀλωαὶ
- νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δʼ οὐρανὸν ἄστρα.
- Ἀργεῖοι δʼ ἐπὶ νηυσὶ τανυπρώροισιν ἴαυον
- ὕπνῳ ὑπʼ ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ
- ἡδέϊ, τὸν Κρήτηθε παρʼ Ἰδομενῆος ἀγαυοῦ
- ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον.
- Αἴας δʼ Ἀργείοισι χολούμενος οὔτʼ ἄρα δόρπου
- μνήσατʼ ἐνὶ κλισίῃ μελιηδέος, οὔτε μιν ὕπνος
- ἄμφεχεν, ἀλλʼ ὅ γʼ ἑοῖσιν ἐν ἔντεσι δύσατο θύων·
- εἵλετο δὲ ξίφος ὀξύ, καὶ ἄσπετα πορφύρεσκεν,
- ἢ ὅ γʼ ἐνιπρήσῃ νῆας καὶ πάντας ὀλέσσῃ
- Ἀργείους, ἢ μοῦνον ὑπὸ ξίφεϊ στονόεντι
- δῃώσῃ μελεϊστὶ θοῶς δολόεντʼ Ὀδυσῆα.
- καὶ τὰ μὲν ὥς ὥρμαινε, τὰ δὴ τάχα πάντʼ ἐτέλεσσεν,
- εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε λύσσαν·
- κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος
- ἱρῶν μνωομένη, τά οἱ ἔμπεδα κεῖνος ἔρεξε·
- τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο
- τρέψεν ἀπʼ Ἀργείων. ὁ δʼ ἄρʼ ἤιε λαίλαπι ἶσος
- σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ,
- ἥ τε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο,
- Πληιὰς εὖτʼ ἀκάμαντος ἐς ὠκεανοῖο ῥέεθρα
- δύεθʼ ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα,
- ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος·
- τῇ εἰκὼς οἴμησεν, ὅπῃ μιν γυῖα φέρεσκον.
- πάντη δʼ ἀμφιθέεσκεν ἀναιδέϊ θηρὶ ἐοικώς,
- ὅς τε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης
- ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν
- ἢ κυσὶν ἢ ἀγρόταις, οἵ οἱ τέκνα δῃώσωνται
- ἄντρων ἐξερύσαντες, ὁ δʼ ἀμφὶ γένυσσι βεβρυχώς,
- εἴ που ἔτʼ ἐν ξυλόχοισιν ἴδοι θυμήρεα τέκνα·
- τῷ δʼ εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι,
- αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ·
- ὥς ὅ γʼ ἀμείλιχα θῦνε, μέλαν δέ οἱ ἔζεεν ἦτορ,
- εὖτε λέβης ἀλίαστον ἐπʼ ἐσχάρῃ Ἡφαίστοιο
- ῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο,
- γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται,
- ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ,
- εὐτραφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ·
- ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός.
- μαίνετο δʼ ἠΰτε πόντος ἀπείριτος ἠὲ θύελλα
- ἤ πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτʼ ἀλίαστον
- μαίνηται κατʼ ὄρεσφι βίη μεγάλου ἀνέμοιο,
- πίπτῃ δʼ αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη·
- ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ
- μαίνετο λευγαλέως· ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς
- ἐκ στόματος, βρυχὴ γναθμοῖσιν ὀρώρει·
- τεύχεα δʼ ἀμφʼ ὤμοισιν ἐπέβραχε, τοὶ δʼ ὁρόωντες
- πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.
- καὶ τότʼ ἀπʼ Ὠκεανοῖο κίε χρυσήνιος Ἠώς·
- Υπνος δʼ οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ,
- Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ
- Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ·
- ἡ δέ ἑ κύσσεν ἑλοῦσʼ ὅτι οἱ πέλε γαμβρὸς ἀμύμων,
- ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν
- Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν·
- αἶψα δʼ ἄρʼ ἡ μὲν ἔβη Ζηνὸς δόμον, ὅς δʼ ἐπὶ λέκτρα
- Πασιθέης οἴμησεν· ἀνέγρετο δʼ ἔθνεα φωτῶν.
- Αἴας δʼ ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι
- φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα λύσσαν·
- ἐν δʼ ἔθορεν μήλοισι, λέων ὥς ὀβριμόθυμος
- λιμῷ ὑπʼ ἀργαλέῳ δεδμημένος ἄγριον ἦτορ·
- καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερʼ ἄλλοθεν ἄλλα
- κάββαλεν, ἠΰτε φύλλα μένος κρατεροῦ Βορέαο
- χεύῃ, ὅτʼ ἀνομένου θέρεος μετὰ χεῖμα τράπηται·
- ὥς Αἴας μήλοισι μέγʼ ἀσχαλόων ἐνόρουσεν
- ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ κῆρας ἰάλλειν.
- καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς
- κρύβδʼ ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε·
- σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ
- Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,
- ὅς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμέας
- πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων.
- ὡς ὄφελον μὴ τῶνδε Θέτις πέρι δῆριν ἔθηκε,
- μηδʼ ἄρα Λαέρταο πάϊς μέγʼ ἀμείνονι φωτὶ
- ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ.
- νῦν δὲ μέγʼ ἀασάμεσθα, κακὸς δέ τις ἤπαφε δαίμων·
- ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο
- μοῦνον ἔτʼ ἦν Αἴαντος ἐΰ σθένος· ἀλλʼ ἄρα καὶ τὸν
- ἡμῖν ἐξολέσουσι θεοὶ κακὰ νῶιν ἄγοντες,
- ὥς κεν πάντες ἄϊστον ἀναπλήσωμεν ὄλεθρον.
- ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
- μὴ νῦν, ὦ Μενέλαε, μέγʼ ἀχνύμενος περὶ θυμῷ
- σκύζεο μητιόεντι Κεφαλλήνων βασιλῆι·
- οὐ γὰρ ὅ γʼ αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν
- γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δʼ ἄρα δυσμενέεσσιν.
- ὣς οἱ μὲν Δαναῶν ἀκαχήμενοι ἠγορόωντο.
- μηλονόμοι δʼ ἀπάνευθε παρὰ Ξάνθοιο ῥεέθροις
- πτῶσσον ὑπὸ μυρίκῃσιν ἀλευάμενοι βαρὺ πῆμα·
- ὡς δʼ ὅταν αἰετὸν ὠκὺν ὑποπτώσσωσι λαγωοὶ
- θάμνοις ἐν λασίοισιν, ὁ δʼ ἐγγύθεν ὀξὺ κεκληγὼς
- πωτᾶτʼ ἔνθα καὶ ἔνθα τανυσσάμενος πτερύγεσσιν·
- ὣς οἵ γʼ ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα.
- ὀψὲ δʼ ὄ γʼ ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,
- καί ῥʼ ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε·
- κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδʼ οἰωνῶν·
- οὐ γάρ σʼ οὐδʼ Ἀχιλῆος ἐρύσσατο κύδιμα τεύχη,
- ὧν ἕνεκ̔ ἀφραδέων μέγʼ ἀμείνονι δηριάασκες·
- κεῖσο, κύον· δὲ γὰρ οὔτι γοήσεται ἀμφιπεσοῦσα
- κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα,
- οὐ τοκέες· τοῖς οὔτι μετέσσεαι ἐλδομένοισι
- γήραος ἐσθλὸν ὄνειαρ, ἐπεί νύ σε τήλʼ ἀπὸ πάτρης
- οἰωνοί τε κύνες τε δεδουπότα δαρδάψουσιν.
- ὣς ἄρʼ ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα
- κεῖσθαι ἰϊόμενος μεμορυγμένον αἵματι πολλῷ·
- καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων
- ἐσκέδασεν Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον·
- ἡ δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰπὰ ῥέεθρα,
- ῇχι θοαὶ ναὶ ναίουσιν Ἐριννύες, αἵ τε βροτοῖσιν
- αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας.
- Αἴας δʼ, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα,
- θάμβεεν ἐν φρεσὶ πάμπαν· ὀΐσατο γὰρ δόλον εἶναι
- ἐκ μακάρων· πάντεσσι δʼ ὑπεκλάσθη μελέεσσι
- βλήμενος ἄλγεσι θυμὸν ἀπήιον· οὐδʼ ἄρα πρόσσω
- ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτʼ ἄρʼ ὀπίσσω,
- ἀλλʼ ἔστη σκοπιῇ ἐναλίγκιος, ἥ τʼ ἐν ὄρεσσι
- πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται.
- ἀλλʼ ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
- λυγρὸν ἀνεστονάχησεν, ἔπος δʼ ὀλοφύρετο τοῖον·
- ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν;
- οἵ με φρένας βλάψαντο, κακὴν δʼ ἐπὶ λύσσαν ἔθεντο,
- μῆλα κατακτεῖναι, τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ.
- ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ
- χερσὶν ἐμῇς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ
- λυγρὸς ἐὼν μάλα πάγχυ· πάθοι γε μὲν ἄλγεα θυμῷ,
- ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν
- ἀργαλέοις· δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν
- ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα,
- αὐτῷ τʼ Ἀτρείδῃ Ἀγαμέμνονι· μηδʼ ὅ γʼ ἀπήμων
- ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι.
- ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;
- ἐρρέτω Ἀργείων ὀλοὸς στρατός· ἐρρέτω αἰὼν
- ἄσχετος· οὐ γὰρ ἔτʼ ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων
- τιμήεις τε πέλει καὶ φίλτερος· ἦ γὰρ Ὀδυσσεὺς
- τίετʼ ἐν Ἀργείοισιν, ἐμεῦ δʼ ἐπὶ πάγχυ λάθοντο
- ἔργων θʼ, ὁππόσʼ ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν.
- ὣς εἰπὼν πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
- Ἑκτόρεον ξίφος ὦσε διʼ αὐχένος· ἐκ δέ οἱ αἷμα
- ἐσσύμενον κελάρυζεν. ὁ δʼ ἐν κονίῃσι τανύσθη
- Τυφὼν ὥς, τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί·
- ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος.
- καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο
- κείμενον ἐν κονίῃσι· πάρος δέ οἱ οὔτις ἵκανεν
- ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας.
- αἶψα δʼ ἄρα κταμένῳ περικάππεσον· ἀμφὶ δὲ κρᾶτα
- πρηνέες ἐκχύμενοι κόνιν ἄσπετον ἀμφεχέοντο,
- καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν·
- ὡς δʼ ὅταν εἰροπόκων ὀΐων ἄπο νήπια τέκνα
- ἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται,
- αἱ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι
- μητέρες ἐκ τεκέων σηκούς πέρι χηρωθέντας·
- ὥς οἵ γʼ ἀμφʼ Αἴαντα μέγα στένον ἤματι κείνῳ
- πανσυδίῃ· μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη
- καὶ πεδίον καὶ νῆες ἀπειρεσίη τε θάλασσα.
- Τεῦκρος δʼ ἀμφʼ αὐτῷ μάλα μήδετο κῆρας ἐπισπεῖν
- ἀργαλέας· τὸν δʼ ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο
- εἶργον. ὁ δʼ ἀσχαλόων περικάππεσε τεθνειῶτι
- δάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο,
- ὅς τε παρʼ ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις
- κάκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ
- μητρὸς ἀποφθιμένης, ἥ μιν τρέφε νήιδα πατρός·
- ὣς ὅ γε κωκύεσκε κασιγνήτοιο δαμέντος
- ἑρπύζων περὶ νεκρόν, ἔπος δʼ ὀλοφύρετο τοῖον·
- Αἶαν καρτερόθυμε, τί ἤ νύ τοι ἐβλάβετʼ [*](Zimmermann, for e)/blaben of v.) ἦτορ
- οἷ αὐτῷ στονόεντα φόνον καὶ πῆμα βαλέσθαι;
- ἦ ἵνα Τρώιοι υἷες ὀϊζύος ἀμπνεύσωσιν,
- Ἀργείους δʼ ὀλέσωσι σέθεν κταμένοιο κιόντες;
- οὐ γὰρ τοῖσδʼ ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν
- ἔσσεται ἐν πολέμῳ· σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ·
- οὐδʼ ἔτʼ ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος
- ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ἐέλδομαι ἐνθάδʼ ὀλέσθαι,
- ὄφρα με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ·
- οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτʼ εἰσίν,
- εἴ που ἔτʼ ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,
- ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος.
- ἦ ῥα μέγα στενάχων· ἐπὶ δʼ ἔστενε δῖα Τέκμησσα
- Αἴαντος παράκοιτις ἀμύμονος, ἥνπερ ἐοῦσαν
- ληιδίην σφετέρην ἄλοχον θέτο, καί μιν ἄνασσαν
- πάντων ἔμμεν ἔτευξεν, ὅσων ἀνὰ δῶμα γυναῖκες
- ἐδνωταὶ μεδέουσι παρʼ ἀνδράσι κουριδίοισιν·
- ἡ δέ οἱ ἀκαμάτῃσιν ὑπʼ ἀγκοίνῃσι δαμεῖσα
- Εὐρυσάκην τέκεθʼ υἱὸν ἐοικότα πάντα τοκῆι·
- ἀλλʼ ὁ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο·
- ἡ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ
- ἐντυπὰς ἐν κονίῃσι καλὸν δέμας αἰσχύνουσα·
- καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον·
- ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες, οὔτι δαϊχθεὶς
- δυς μενέων παλάμῃσιν ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ·
- τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐ γὰρ ἐώλπειν
- σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι
- ἐν Τροίῃ· τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν·
- ὥς μʼ ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα,
- πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον· οὐ γὰρ ἔμοιγε
- ἄλλο χερειότερόν ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
- οὐδʼ ὅτε με πρώτιστον ἐμῆς ἀποτηλόθι πάτρης
- καὶ τοκέων εἴρυσσας ἅμʼ ἄλλῃς ληιάδεσσι
- πόλλʼ ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν
- αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ·
- ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων
- μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος,
- οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας,
- καί ῥά μʼ ἔθηκας ἄκοιτιν ὁμόφρονα, καί ῥά μʼ ἔφησθα
- τεύξειν αὐτίκʼ ἄνασσαν ἐϋκτιμένης Σαλαμῖνος
- νοστήσας Τροίηθε· τὰ δʼ θεὸς ἄμμι τέλεσσεν·
- ἀλλὰ σὺ μέν μοι ἄϊστος ἀποίχεαι, οὐδέ νύ σοί περ
- μέμβλετʼ ἐμεῦ καὶ παιδός, ὅς οὐ πατρὶ τέρψεται ἦτορ,
- οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι
- δμῶα λυγρόν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτʼ ἐόντος
- νηπίαχοι κομέονται ὑπʼ ἄνδρεσσιν μάλα πολλὸν
- χειροτέροις· ὀλοῇ γὰρ ὑπʼ ὀρφανίῃ βαρὺς αἰὼν
- παισὶ πέλει, καὶ πήματʼ ἐπʼ ἄλλοθεν ἄλλα χέονται·
- καὶ δέ με δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ
- οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὥς ἐτέτυξο.
- ὥς φ;μένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων·
- ὦ γύναι, οὔ νύ σέ τις δμωήν ποτε θήσεται ἄλλος
- Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδʼ ἐμεῦ αὐτοῦ·
- ἀλλά σε τίσομεν αἰέν ἀπειρεσίοις γεράεσσι,
- τίσομεν ὥστε θεήν, καὶ σὸν τέκος, ὡς ἔτʼ ἐόντος
- ἀντιθέου Αἴαντος, ὅς ἔπλετο κάρτος Ἀχαιῶν.
- αἴθʼ ὄφελον μηδʼ ἄλγος Ἀχαιίδα θήκατο πάσῃ
- αὐτὸς ἐῇ ὑπὸ χειρὶ δαμείς· οὐ γάρ μιν ἀπείρων
- δυσμενέων σθένε λαός ὑπʼ Ἄρεϊ δῃώσασθαι.
- ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
- οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δʼ Ἑλλήσποντος
- μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατʼ ἀνίη.
- καὶ δʼ αὐτόν λάβε πένθος Ὀδυσσέα μητιόεντα
- κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν
- τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς·
- ὦ φίλοι, ὡς οὔπω τι κακώτερον ἄλλο χόλοιο
- γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει·
- ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν
- ἀμφʼ ἐμοὶ ἐν φρεσὶν ᾖσι χολούμενον· ὡς ὄφελόν μοι
- μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων
- νίκην ἀμφεβάλοντʼ ἐρικυδέα, τῆς πέρι θυμὸν
- ἀχνύμενος πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
- ὤλετο χερσὶν ἑῇσι· χόλου δέ οἱ οὔτι ἔγωγε
- αἴτιος, ἀλλά τις Αἶσα πολύστονος, ἥ μιν ἐδάμνα·
- εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει
- κεῖνον ἀλαστήσειν καθʼ ἑὸν νόον, οὔτʼ ἄν ἔγωγε
- ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτε τινʼ ἄλλον
- ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι,
- ἀλλὰ καὶ αὐτὸς ἔγωγε θεουδέα τεύχἐ ἀείρας
- προφρονέως ἄν ὄπασσα, καὶ εἴ τί περ ἄλλο μενοίνα.
- νῦν δέ μιν οὔτι ἔγωγε μέγʼ ἀχνύμενον χαλεπῆναι
- ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς
- οὔτε περὶ πτόλιος μαχόμην οὔτʼ εὐρέος ὄλβου,
- ἀλλά μοι ἀμφʼ ἀρετῆς νεῖκος πέλεν, ἦς πέρι δῆρις
- τερπνὴ γίνεται αἰὲν ἐΰφροσιν ἀνθρώποισι·
- κεῖνος δʼ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ δαίμονος Αἴσῃ
- ἤλιτεν· οὐ γὰρ ἔοικε μέγʼ ἀσχαλάαν ἐνὶ θυμῷ·
- ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλʼ ἐπιόντα
- τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενί, μηδʼ ἀκάχησθαι.
- ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
- ἀλλʼ ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ·
- δὴ τότε Νηλέος υἱὸς ἔτʼ ἀχνυμένοισιν ἔειπεν·
- ὦ φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι
- ἡμῖν αἶψʼ ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος
- Αἴαντος φθιμένοιο πολυσθενέος τʼ Ἀχιλῆος
- ἄλλων τʼ Ἀργείων ἠδʼ υἱέος ἡμετέροιο
- Ἀντιλόχου. ἀλλʼ οὔτι θέμις κταμένους ἐνὶ χάρμῃ
- κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ,
- ἀλλὰ γόου λήσασθαι ἀεικέος, οὕνεκʼ ἄμεινον
- ἕρδειν, ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε,
- πυρκαϊήν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι·
- νεκρὸς δʼ οὔτι γόοισιν ἀνέγρεται, οὐδέ τι οἶδε
- φράσσασθʼ, εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.
- ἦ ῥα παρηγορέων· περὶ δʼ ἀντίθεοι βασιλῆες
- ἀθρόοι αἶψʼ ἀγέροντο μέγʼ ἀχνύμενοι κέαρ ἔνδον,
- καί ἑ μέγαν περʼ ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν
- πολλοὶ ἀείραντες· κατὰ δὲ σπείροισι κάλυψαν
- αἷμʼ ἀποφαιδρύναντες, ὅ οἱ βριαροῖς μελέεσσι
- τερσόμενον περίκειτο καὶ ἔντεσι σὺν κονίῃσι·