Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δῃώσῃ μελεϊστὶ θοῶς δολόεντʼ Ὀδυσῆα.
  2. καὶ τὰ μὲν ὥς ὥρμαινε, τὰ δὴ τάχα πάντʼ ἐτέλεσσεν,
  3. εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε λύσσαν·
  4. κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος
  5. ἱρῶν μνωομένη, τά οἱ ἔμπεδα κεῖνος ἔρεξε·
  6. τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο
  7. τρέψεν ἀπʼ Ἀργείων. ὁ δʼ ἄρʼ ἤιε λαίλαπι ἶσος
  8. σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ,
  9. ἥ τε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο,
  10. Πληιὰς εὖτʼ ἀκάμαντος ἐς ὠκεανοῖο ῥέεθρα
  11. δύεθʼ ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα,
  12. ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος·
  13. τῇ εἰκὼς οἴμησεν, ὅπῃ μιν γυῖα φέρεσκον.
  14. πάντη δʼ ἀμφιθέεσκεν ἀναιδέϊ θηρὶ ἐοικώς,
  15. ὅς τε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης
  16. ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν
  17. ἢ κυσὶν ἢ ἀγρόταις, οἵ οἱ τέκνα δῃώσωνται
  18. ἄντρων ἐξερύσαντες, ὁ δʼ ἀμφὶ γένυσσι βεβρυχώς,
  19. εἴ που ἔτʼ ἐν ξυλόχοισιν ἴδοι θυμήρεα τέκνα·
  20. τῷ δʼ εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι,