Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντʼ ἀλεγεινὴν
- αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν
- πάντες ὁμοφρονέοντες ἐϋπτολέμῳ Ὀδυσῆι·
- τοῦ δʼ ἄμοτον γήθησε νόος· στονάχησε δὲ λαός.
- παχνώθη δʼ Αἴαντος ἐῢ σθένος· αἶψα δʼ ἄρʼ αὐτῷ
- ἄτη ἀνιηρὴ περικάππεσε· πὰν δέ οἱ εἴσω
- ἔζεσε φοίνιον αἷμα· χολὴ δʼ ὑπερέβλυσεν αἰνή·
- ἥπατι δʼ ἔγκατʼ ἔμικτο· περὶ κραδίην δʼ ἀλεγεινὸν
- ἷξεν ἄχος, καὶ δριμὺ διʼ ἐγκεφάλοιο θεμέθλων
- ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,
- σὺν δʼ ἔχεεν νόον ἀνδρός· ἐπὶ χθονὶ δʼ ὄμματα πήξας
- ἔστη ἀκινήτῳ ἐναλίγκιος· ἀμφὶ δʼ ἑταῖροι
- ἀχνύμενοί μιν ἄγεσκον ἐϋπρώρους ἐπὶ νῆας
- πολλὰ παρηγορέοντες· ὁ δʼ ὑστατίην ποσὶν οἶμον
- ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.
- ἀλλʼ ὅτε δὴ κατὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον,
- Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,
- καὶ τότʼ ἔσω μεγάλοιο Θέτις κατεδύσατο πόντου·
- σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες· ἀμφὶ δʼ ἄρα σφι
- νήχετο κήτεα πολλά, τά, τά τε τρέφει ἁλμυρὸν οἶδμα.