Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἀλλʼ ὅτε δή ῥʼ ἄλλοι μὲν ἀπηνύσθησαν ἄεθλοι,
- δὴ τότʼ Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη
- θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις· ἀμφὶ δὲ πάντη
- δαίδαλα μαρμαίρεσκεν, ὅσα σθένος Ἡφαίστοιο
- ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο.
- πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ
- οὐρανὸς ἠδʼ αἰθήρ, γαίῃ δʼ ἅμα κεῖτο θάλασσα·
- ἐν δʼ ἄνεμοι νεφέλαι τε σελήνη τʼ ἠέλιός τε
- κεκριμένʼ ἄλλυδις ἄλλα, τέτυκτο δὲ τείρεα πάντα,
- ὁππόσα δινήεντα κατʼ οὐρανὸν ἀμφιφέρονται.
- τῷ δʼ ἄρʼ ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτʼ ἀήρ·
- ἐν τῷ δʼ ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο·
- φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι.
- Τηθὺς δʼ ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα·
- τῶν δʼ ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν κελαδεινῶν
- κυκλόθεν ἄλλυδις ἄλλη ἑλισσομένων διὰ γαίης.