Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. θῆκε, καὶ ἰδρείῃσι διατμήξας ἑκάτερθε
  2. χεῖρας ἐς ὀφρύα τύψεν ἐπάλμενος, ἄχρις ἱκέσθαι
  3. ὀστέον· ἐκ δέ οἱ αἷμα κατέρρεεν ὀφθαλμοῖο.
  4. ἀλλὰ καὶ ὣς Ἀκάμαντα βαρείῃ χειρὶ τυχήσας
  5. τύψε κατὰ κροτάφοιο, χαμαὶ δέ οἱ ἤλασε γυῖα·
  6. αὐτὰρ ὅ γʼ αἶψʼ ἀνόρουσε καὶ ἔνθορε φωτὶ κραταιῷ,
  7. πλῆξε δέ οἱ κεφαλήν· ὁ δʼ ἄρʼ ἔμπαλιν ἀΐσσοντος
  8. βαιὸν ὑποκλίνας σκαιῇ χερὶ τύψε μέτωπον,
  9. ἄλλῃ δʼ ἤλασε ῥῖνας ἐπάλμενος· ὃς δὲ καὶ αὐτὸς
  10. μήτι παντοίῃ χέρας ὤρεγε· τοὺς δʼ ἄρʼ Ἀχαιοὶ
  11. ἀλλήλων ἀπέρυξαν ἐελδομένους πονέεσθαι
  12. νίκης ἀμφʼ ἐρατῆς. τῶν δʼ ἐσσυμένως θεράποντες
  13. ῥινοὺς αἱματόεντας ἄφαρ σθεναρῶν ἀπὸ χειρῶν
  14. λῦσαν· τοὶ δʼ ἄρα τυτθὸν ἀπέπνευσαν καμάτοιο
  15. μορξάμενοι σπόγγοισι πολυτρήτοισι μέτωπα.
  16. τοὺς δʼ ἕταροί τε φίλοι τε παρηγορέοντες ἄγεσκον
  17. ἄντικρυς ἀλλήλων, ὥς κεν χόλου ἀλγινόεντος
  18. ἐσσυμένως λελάθωνται ἀρεσσάμενοι φιλότητι.
  19. ἀλλʼ οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων·
  20. ἀνδράσι γὰρ πινυτοῖσι πέλει νόος ἤπιος αἰεί·