Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- νῦν δέ με γῆρας ἔπεισι καὶ ἄλγεα· τοὔνεκʼ ἄνωγα
- ὑμέας, οἶσιν ἔοικεν, ἀέθλια χερσὶν ἀρέσθαι·
- κῦδος γὰρ νέῳ ἀνδρὶ φέρειν ἀπʼ ἀγῶνος ἄεθλον.
- ὣς φαμένοιο γέροντος ἀνίστατο θαρσαλέος φώς,
- υἱὸς ὑπερθύμοιο καὶ ἀντιθέου Πανοπῆος,
- ὅς τε καὶ ἵππον ἔτευξε κακὸν Πριάμοιο πόληι
- ὕστερον· ἀλλʼ οὔ οἵ τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
- εἵνεκα πυγμαχίης· πολέμου δʼ οὐ πάγχυ δαήμων
- ἔπλετο λευγαλέου, ὁπότʼ Ἄρεος ἔσσυτο δῆρις.
- καί κεν ἀνιδρωτὶ περικαλλέα δῖος Ἐπειὸς
- ἤμελλεν τότʼ ἄεθλα φέρειν ποτὶ νῆας Ἀχαιῶν,
- εἰ μή οἱ σχεδὸν ἦλθεν ἀγαυοῦ Θησέος υἱὸς
- αἰχμητὴς Ἀκάμας μέγʼ ἐνὶ φρεσὶ κάρτος ἀέξων,
- ἀζαλέους ἱμάντας ἔχων περὶ χερσὶ θοῇσι,
- τούς οἱ ἐπισταμένως Εὐηνορίδης Ἀγέλαος
- ἀμφέβαλεν παλάμῃσιν ἐποτρύνων βασιλῆα.
- ὡς δʼ αὕτως ἕταροι Πανοπηιάδαο ἄνακτος
- θαρσύνεσκον Ἐπειόν· ὁ δʼ ἐν μέσσοισι λέων ὣς
- εἱστήκει περὶ χερσὶν ἔχων βοὸς ἶφι δαμέντος
- ῥινοὺς ἀζαλέας. μέγα δʼ ἴαχον ἔνθα καὶ ἔνθα