Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐσσυμένως καὶ μή τι χαλέπτεο πένθεϊ θυμόν.
  2. ὣς ἐπὼν ἐπὶ πόντον ἀπήιεν εἴκελος αὔρῃ
  3. παρφάμενος μύθοισι Θέτιν· τῆς δʼ ἐν φρεσὶ θυμὸς
  4. βαιὸν ἀνέπνευσεν· τὰ δέ οἱ θεὸς ἐξετέλεσσεν.
  5. Ἀργεῖοι δὲ γοῶντες ἀπήιον, ᾗχι ἑκάστῳ
  6. νῆες ἔσαν, τὰς ἦγον ἀφʼ Ἑλλάδος· αἱ δʼ Ἑλικῶνα
  7. Πιερίδες νίσσοντο, καὶ εἰς ἄλα Νηρηῖναι
  8. δῦσαν ἀναστενάχουσαι ἐΰφρονα Πηλείωνα.