Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πνοιαί τε λιγέων ἀνέμων ἀμέγαρτον ἀέντων
  2. οἰωνοί τε θοῇσι διεσσύμενοι πτερύγεσσιν·
  3. ἀλλʼ ἔτλην μέγα πένθος, ἐπεὶ θεὸν οὔτι ἔοικεν
  4. πένθεσι λευγαλέοισι καὶ ἄλγεϊ θυμὸν ἀχεύειν.
  5. τῷ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ·
  6. καὶ γάρ οἱ κλέος αἰὲν ἐπιχθονίοισιν ἀοιδοὶ
  7. καὶ μένος ἀείσουσιν ἐμῇ τʼ ἰότητι καὶ ἄλλων
  8. Πιερίδων· σὺ δὲ μή τι κελαινῷ πένθεϊ θυμὸν
  9. δάμνασο θηλυτέρῃσιν ἴσον γοόωσα γυναιξίν.
  10. ἦ οὐκ ἀΐεις ὅτι πάντας, ὅσοι χθονὶ ναιετάουσιν,
  11. ἀνθρώπους ὀλοὴ περιπέπταται ἄσχετος Αἶσα
  12. οὐδὲ θεῶν ἀλέγουσα; τόσον σθένος ἔλλαχε μούνη·
  13. ἢ καὶ νῦν Πριάμοιο πολυχρύσοιο πολυχρύσοιο πόληα
  14. ἐκπέρσει Τρώων τε καὶ Ἀργείων ὀλέσασα
  15. ἀνέρας, ὅν κʼ ἐθέλῃσι· θεῶν δʼ οὔτις μιν ἐρύξει.
  16. ὣς φάτο Καλλιόπη πινυτὰ φρεσὶ μητιόωσα.
  17. ἠέλιος δʼ ἀπόρουσεν ἐς ὠκεανοῖο ῥέεθρα,
  18. ὦρτο δὲ νὺξ μεγάλοιο κατʼ ἠέρος ὀρφνήεσσα,
  19. ἥ τε καὶ ἀχνυμένοισι πέλει θνητοῖσιν ὄνειαρ.
  20. αὐτοῦ δʼ ἐν ψαμάθοισιν Ἀχαιῶν ἔδραθον υἷες