Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν
  2. Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν
  3. πατρὶ ἑῷ· πολέσιν δὲ κακὸν δηίοισι πελάσσει.
  4. ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλʼ Ἀχιλῆι
  5. ἀμφʼ ἀρετῆς ἐμέγηρας, ἐπεὶ πέλε φἐρτατος ἀνδρῶν;
  6. νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην
  7. ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματʼ ἰοῦσαν,
  8. ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;
  9. ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα
  10. Ἥρη ἀκηχεμένη· ὁ δʼ ἄρʼ οὐκ ἀπαμείβετο μύθῳ·
  11. ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο·
  12. οὐδέ οἱ ὀφθαλμοῖαι καταντίον εἰσοράασθαι
  13. ἔσθενεν, ἀλλʼ ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων
  14. ἧστο κατωπιόων· ἄμοτον δέ οἱ ἐακύζοντο
  15. ἀθάνατοι κατʼ Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον·
  16. ὅσσοι δʼ αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,
  17. κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες
  18. κρύβδʼ Ἥρης· πάντες γὰρ ἐναντίον Οὐρανίωνες
  19. ἅζοντʼ ἀσχαλόωσαν. ὁ δʼ οὔπω λήθετο θυμοῦ
  20. Πηλείδης· ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις