Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Δαρδάνῳ ἀντιθέῳ· ὁ δʼ Ἐριχθονίῳ πόρε παιδί·
- Τρωὶ δʼ Ἐριχθόνιος μεγαλήτορι· αὐτὰρ ὅ γʼ Ἰλῷ
- κάλλιπε σὺν κτεάτεσσιν· ὁ δʼ ὤπασε Λαομέδοντι·
- αὐτὰρ ὁ Λαομέδων Πριάμῳ πόρεν, ὅς μιν ἔμελλεν
- υἱέϊ δωσέμεναι· τὸ δέ οἱ θεὸς οὐκ ἐτέλεσσεν.
- κεῖνο δέπας περικαλλὲς ἐθάμβεεν ἐν φρεσὶ Μέμνων
- ἀμφαφόων καὶ τοῖον ὑποβλήδην φάτο μῦθον·
- οὐ μὲν χρὴ παρὰ δαιτὶ πελώριον εὐχετάασθαι
- οὐδʼ ἄρʼ ὑποσχεσίην κατανευέμεν, [*](Zimmermann, for kataneu/saimen of MSS.) ἀλλὰ ἕκηλον
- δαίνυσθʼ ἐν μεγάροισι καὶ ἄρτια μηχανάασθαι·
- εἴτε γὰρ ἐσθλός τʼ εἰμὶ καὶ ἄλκιμος εἴτε καὶ οὐκί,
- γνώσῃ ἐνὶ πτολέμῳ, ὁπότʼ ἀνέρος εἴδεται ἀλκή.
- νῦν δʼ ἄγε δὴ κοίτοιο μεδώμεθα, μηδʼ ἀνὰ νύκτα
- πίνωμεν· χαλεπὸς γὰρ ἐπειγομένοισι μάχεσθαι
- οἶνος ἀπειρέσιος καὶ ἀϋπνοσύνη ἀλεγεινή.
- ὣς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀγασσάμενος προσέειπεν·
- αὐτὸς ὅπως ἐθέλεις μεταδαίνυσο, πείθεο δʼ αὐτῷ·
- αὐ γὰρ ἐγώ σʼ ἀέκοντα βιήσομαι· οὐ γὰρ ἔοικεν
- οὔτʼ ἀπιόντʼ ἀπὸ δαιτὸς ἐρυκέμεν οὔτε μένοντα
- σεύειν ἐκ μεγάροιο· θέμις νύ τοι ἀνδράσιν αὕτως.