Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αὐτὰρ ἐπεὶ κορυφὰς ὀρέων ὑπέρ ἠχηέντων
  2. λαμπρὸν ὑπὲρ φάος ἦλθεν ἀτειρέος ἠελίοιο,
  3. οἱ μὲν ἄρʼ ἐν κλισίῃσιν Ἀχαιῶν ἄβριμοι υἷες
  4. γήθεον ἀκαμάτῳ μέγʼ ἐπευχόμενοι Ἀχιλῆι.
  5. Τρῶες δʼ αὖ μύροντο κατὰ πτόλιν· ἀμφὶ δὲ πύργους
  6. ἐζόμενοι σκοπίαζον, ἐπεὶ φόβος ἔλλαβε πάντας,
  7. μὴ δή που μέγα τεῖχος ὑπερθόρῃ ὄβριμος ἀνήρ
  8. αὐτούς τε κτείνῃ κατά τε πρήσῃ πυρὶ πάντα.
  9. τοῖσι δʼ ἄρʼ ἀχνυμένοισι γέρων μετέειπε Θυμοίτης·
  10. ὦ φίλοι, οὐκέτʼ ἔγωγε περὶ φρεσὶν οἶδα νοῆσαι,
  11. ὅππως ἔσσεται ἄλκαρ ἀνιηροῦ πολέμοιο
  12. Ἕκτορος ἀγχεμάχοιο δεδουπότος, ὃς μέγα Τρώων
  13. κάρτος ἔην τὸ πάροιθε· καὶ οὐδʼ ὅ γε Κῆρας ἄλυξεν,
  14. ἀλλʼ ἐδάμη παλάμῃσιν Ἀχιλλέος, ᾧ περ ὀΐω
  15. καὶ θεὸν ἀντιάσαντα μάχῃ ἔνι δῃωθῆναι·
  16. οἵην τήνδʼ ἐδάμασσεν ἀνὰ κλόνον, ἥνπερ οἱ ἄλλοι
  17. Ἀργεῖοι φοβέοντο, δαΐφρονα Πενθεσίλειαν·
  18. καὶ γὰρ ἔην ἔκπαγλος· ἔγωγέ μιν ὡς ἐνόησα,
  19. ὠισάμην μακάρων τίνʼ ἀπʼ οὐρανοῦ ἐνθάδʼ ἱκέσθαι
  20. ἡμῖν χάρμα φέρουσαν· ὃ δʼ οὐκ ἄρʼ ἐτήτυμον ἦεν.