Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καί μιν ἐπʼ ἠιόνας Τροίης βάλεν· ὗε δʼ ὕπερθε
  2. Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἐννοσιγαίῳ·
  3. οὐ μὴν οὐδʼ Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο,
  4. ἀλλʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα
  5. εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δʼ ἔργου Ἀχαιῶν·
  6. ἐκλύσθη δὲ θάλασσα καὶ εἰσέτʼ ἴσαν [*](Zimmermann, καὶ τόσση δ. θ. κ. εἰσέτι of MSS.) κελάδοντες
  7. χείμαρροι ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ,
  8. τοὺς μέλαν οἶδμʼ ἀνέεργε πολυστόνου Ἀμφιτρίτης
  9. πόντον ἐπελθέμεναι, πρὶν τείχεα πάντʼ ἀμαθῦναι
  10. ἀργαλέως Δαναῶν· αὐτὸς δʼ ἄρα γαῖαν ἔνερθε
  11. ῥῆξε Ποσειδάων, ἀνὰ δʼ ἔβλυσεν ἄσπετον ὕδωρ
  12. ἰλύν τε ψάμαθόν τε· βίῃ δʼ ἐλέλιξε κραταιῇ
  13. Σίγεον· ἠιόνες δὲ μέγʼ ἔβραχον ἠδὲ θέμεθλα
  14. Δαρδανίης, [*](Zimmermann, for ἐκ δὲ θέμεθλα Δαρδανίη of v.) καὶ ἄϊστον ὑποβρύχιόν τʼ ἐκαλύφθη
  15. ἕρκος ἀπειρέσιον, κατεδύσατο δʼ ἔνδοθι γαίης
  16. μακρὰ διισταμένης· ψάμαθος δʼ ἔτι φαίνετο μούνη
  17. χασσαμένου πόντου, καὶ ἀπʼ ἀκτάων [*](Zimmermann, for πόντοιο καὶ ἐκ δαναῶν of MSS.) ἐριδούπων
  18. νόσφιν ἀπʼ αἰγιαλοῖο κατεκτάθη. ἀλλὰ τὰ μέν που
  19. ἀθανάτων ἐτέλεσσε κακὸς νόος· οἱ δʼ ἐνὶ νηυσὶν
  20. Ἀργεῖοι πλώεσκον, ὅσους διὰ χεῖμα κέδασσεν·