Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μορμῦρον δέ οἱ αἰὲν ὀρινομένου περὶ κῦμα
  2. ἀφρὸς ἄδην λεύκαινε κάρη λάσιόν τε γένειον·
  3. καὶ νύ κεν ἐξήλυξε κακὸν μόρον, εἰ μὴ ἄρʼ αὐτῷ
  4. ---
  5. ῥήξας γαῖαν ἔνερθεν ἐπιπροέηκε κολώνην·
  6. εὖτε πάρος μεγάλοιο κατʼ Ἐγκελάδοιο δαΐφρων
  7. Παλλὰς ἀειραμένη Σικελὴν ἐπικάββαλε νῆσον,
  8. ἥ ῥʼ ἔτι καίεται αἰὲν ὑπʼ ἀκαμάτοιο Γίγαντος
  9. αἰθαλόεν πνείοντος ἔσω χθονός· ὣς ἄρα Λοκρῶν
  10. ἀμφεκάλυψεν ἄνακτα δυσάμμορον οὔρεος ἄκρη
  11. ὑψόθεν ἐξεριποῦσα, βάρυνε δὲ καρτερὸν ἄνδρα·
  12. ἀμφὶ δέ μιν θανάτοιο μέλας ἐκιχήσατʼ ὄλεθρος
  13. γαίῃ ὁμῶς δμηθέντα καὶ ἀτρυγέτῳ ἐνὶ πόντῳ.
  14. ὣς δὲ καὶ ἄλλοι Ἀχαιοὶ ὑπὲρ μέγα λαῖτμα φέροντο,
  15. οἱ μὲν ἄρʼ ἐν νήεσσι τεθηπότες, οἱ δὲ πεσόντες
  16. ἔκτοσθεν νηῶν· ὀλοὴ δʼ ἔχε πάντας ὀϊζύς·
  17. αἱ μὲν γὰρ φορέοντʼ ἐπικάρσιαι εἰν ἁλὶ νῆες,
  18. ἄλλαι δʼ ἀνστρέψασαι ἄνω τρόπιν· ὧν δέ που ἱστοὶ
  19. ἐκ δοράτων [*](Zimmermann, for κεράτων of v.) ἐάγησαν ἐπισπέρχοντος ἀήτεω·
  20. τῶν δὲ διὰ ξύλα πάντα θοαὶ σκεδάσαντο θύελλαι·