Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- σύν τʼ ἀλόχῳ καὶ παισὶ δυώδεκα· καί οἱ ἔειπεν,
- ὁππόσʼ Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ.
- αὐτὰρ ὅ γʼ οὐκ ἀπίθησε, μολὼν δʼ ἔκτοσθε μελάθρων
- χερσὶν ὑπʼ ἀκαμάτῃσιν ὅρος μέγα τύψε τριαίνῃ,
- ἔνθʼ ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο
- ἐν κενεῷ κευθμῶνι· περίαχε δʼ αἰὲν ἰωὴ
- βρυχομένη ἀλεγεινά· βίῃ δʼ ἔρρηξε κολώνην.
- οἱ δʼ ἄφαρ ἐξεχέοντο· κέλευσε δὲ πάντας ἐρεμνὴν
- λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρʼ ἀλεγεινὸν
- ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ.
- οἱ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι
- πᾶν ἔπος· ἐσσυμένοισι δʼ ἐπεστενάχιζε θάλασσα
- ἄσχετον· ἠλιβάτοισι δʼ ἐοικότα κύματʼ ὄρεσσιν
- ἄλλοθεν ἄλλα φέροντο. κατεκλάσθη δʼ ἄρʼ Ἀχαιῶν
- θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που
- ὑψηλὴν φέρε κῦμα διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
- οἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε
- βυσσόν ἐς ἠερόεντα· βίη δέ τις ἄσχετος αἰεὶ
- ψάμμον ἀναβλύζεσκε διοιγομένοιο κλύδωνος.
- οἱ δʼ ἄρʼ ἀμηχανίη βεβολημένοι οὔτʼ ἐπʼ ἐρετμῷ