Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- καλὰς ἀμφερύθηνε παρηίδας· ἐν δέ οἱ ἦτορ
- ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν
- κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί·
- τοὔνεχʼ ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ.
- καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ
- ἕσπετο νισσομένοιο κατʼ ἴχνιον ἀνδρὸς ἑοῖο
- αἰδοῖ πορφύρουσα παρήιον, ἠΰτε Κύπρις,
- εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνησιν Ἄρηος
- ἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν
- δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο,
- τοῖς ἔνι κεῖτʼ ἀχέουσα περὶ φρεσὶν αἰδομένη τε
- ἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν
- Ἥφαιστον· δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω
- ἀμφαδὸν εἰσοράασθαι ἐπʼ αἴσχεϊ θηλυτέρῃοι.
- τῇ Ελένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶ
- ἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ
- νῆας ἔπʼ Ἀργείων εὐήρεας· ἀμφὶ δὲ λαοὶ
- θάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς
- ἀγλαΐην καὶ κάλλος ἐπήρατον· οὐδέ τις ἔτλη
- κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι,