Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἔρρεε φοίνιον αἷμα ποτὶ χθόνα, δεῦε δὲ σῆμα·
- τοῦ πέρι δειμαίνουσα καὶ ὀσσομένη μέγα πῆμα
- οἰκτρὸν ἀνοιμώζεσκε, γόῳ δʼ ἐπὶ μακρὸν ἀΰτει·
- εὖτε κύων προπάροιθε κινυρομένη μεγάροιο
- μακρὸν ὑλαγμὸν ἵησι, νέον σπαραγεῦσα γάλακτι,
- τῆς ἄπο νήπια τέκνα πάρος φάος εἰσοράασθαι
- νόσφι βάλωσιν ἄνακτες ἕλωρ ἔμεν οἰωνοῖσιν,
- ἡ δʼ ὁτὲ μέν θʼ ὑλακῇσι κινύρεται, ἄλλοτε δʼ αὖτε
- ὠρυθμῷ, στυγερὴ δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτή·
- ὡς Ἑκάβη γοόωσα μέγʼ ἴαχεν ἀμφὶ θυγατρί·
- ὤ μοι ἐγώ, τί νυ πρῶτα, τί δʼ ὕστατον ἀχνυμένη κῆρ
- κωκύσω πολέεσσι περιπλήθουσα κακοῖσιν,
- υἱέας ἢ πόσιν αἰνὰ καὶ οὐκ ἐπίελπτα παθόντας,
- ἢ πόλιν ἠὲ θύγατρας ἀεικέας, ἢ ἐμὸν αὐτῆς
- ἦμαρ ἀναγκαῖον καὶ δούλιον; οὕνεκα Κῆρες
- σμερδαλέαι πολέεσσί μʼ ἐνειλήσαντο κακοῖσι.
- τέκνον ἐμόν, σοὶ δʼ αἰνὰ καὶ οὐκ ἐπίελπτα καὶ αὐτῇ
- ἄλγἐ ἐπεκλώσαντο· γάμου δʼ ἄπο νόσφι βάλοντο
- ἐγγὺς ἐόνθʼ Ὑμεναῖον, ἐπεκρήναντο δʼ ὄλεθρον
- ἄσχετον ἀργαλέον τε καὶ οὐ φατόν· ἦ γὰρ Ἀχιλλεὺς