Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἀθανάτων σθένος ἐστί, Διὸς δʼ ἐκ πάντα πέλονται.
- Ἀργεῖοι δʼ ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες
- καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς
- λείβεσκον μέθυ λαρὸν ἐπʼ αἰθομένῃσι θυηλῇς
- ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.
- πολλὰ δʼ ἐν εἰλαπίνῃ θυμηδέϊ κυδαίνεσκον
- πάντας, ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος·
- θαύμαζον δὲ Σίνωνα περικλυτόν, οὕνεχʼ ὑπέτλη
- λώβην δυσμενέων πολυκηδέα· καί ῥά ἑ πάντες
- μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον·
- ὃς δʼ ἄρʼ ἐνὶ φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ
- νίκῃ ἔπʼ Ἀργείων, σφετέρῃ δʼ οὐκ ἄχνυτο λώβῃ·
- ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον
- κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων
- ἐσθλῶν, ὁππόσα τʼ ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.
- οἱ δʼ ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες
- δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες·
- ἠνύσαμεν πολέμοιο μακροῦ τέλος· ἠράμεθʼ εὐρὺ
- κῦδος ὁμῶς δηΐοισι μέγα πτολίεθρον ἑλόντες·
- ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον.