Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. φευγόντων δʼ ἑτέρων μελίαι διὰ νῶτα πέρησαν
  2. ἄντικρυς ἐς μαζούς, τῶν δʼ ἰξύας ἄχρις ἱκέσθαι
  3. αἰδοίων ἐφύπερθε διαμπερές, ᾗχι μάλιστα
  4. Ἄρεος ἀκαμάτοιο πέλει πολυώδυνος αἰχμή.
  5. πάντῃ δʼ ἀμφὶ πόληα κυνῶν ἀλεγεινὸς ὀρώρει
  6. ὠρυθμός· στοναχὴ δὲ δαϊκταμένων αἰζηῶν
  7. ἔπλετο λευγαλέη· περὶ δʼ ἴαχε πάντα μέλαθρα
  8. ἄσπετον· οἰμωγὴ δὲ πέλε στονόεσσα γυναικῶν
  9. εἰδομένων γεράνοισιν, ὅτʼ αἰετὸν ἀθρήσωσιν
  10. ὑψόθεν ἀΐσσοντα διʼ αἰθέρος, οὐδʼ ἄρα τῇσι
  11. θαρσαλέον στέρνοισι πέλει μένος, ἀλλά ἑ μοῦνον
  12. μακρὸν ἀνατρύζουσι φοβεύμεναι ἱερὸν ὄρνιν·
  13. ὣς ἄρα Τρωιάδες μέγα κώκυον ἄλλοθεν ἄλλαι,
  14. αἱ μὲν ἀνεγρόμεναι λέχεων ἄπο, ταὶ δʼ ἐπὶ γαῖαν
  15. θρῴσκουσαι· τῇς δʼ οὔτι μίτρης ἔτι μέμβλετο λυγρῇς,
  16. ἀλλʼ αὕτως ἀλάληντο περὶ μελέεσσι χιτῶνα
  17. μοῦνον ἐφεσσάμεναι· ταὶ δʼ οὐ φθάσαν οὔτε καλύπτρην
  18. οὔτε βαθὺν μελέεσσιν ἑλεῖν πέπλον, ἀλλʼ ἐπιόντας
  19. δυσμενέας τρομέουσαι ἀμηχανίῃ πεπέδηντο
  20. παλλόμεναι κραδίην, μοῦνον δʼ ἄρα χερσὶ θοῇσιν