Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ἰλίου ὀλλυμένης, ἧς εἵνεκά φασι καὶ αὐτὴν
  2. Ἠλέκτρην βαθύπεπλον ἑὸν δέμας ἀμφικαλύψαι
  3. ἀχλύϊ καὶ νεφέεσσιν ἀποιχομένην χοροῦ ἄλλων
  4. πληιάδων, αἳ δή οἱ ἀδελφειαὶ γεγάασιν·
  5. ἀλλʼ αἱ μὲν μογεροῖσιν ἐπόψιαι ἀνθρώποισιν
  6. ἰλαδὸν ἀντέλλουσιν ἐς οὐρανόν· ἡ δʼ ἄρα μούνη
  7. κεύθεται αἰὲν ἄϊστος, ἐπεί ῥά οἱ υἱέος ἐσθλοῦ
  8. Δαρδάνου ἱερὸν ἄστυ κατήριπεν· οὐδέ οἱ αὐτὸς
  9. Ζεὺς ὕπατος χραίσμησεν ἀπʼ αἰθέρος, οὕνεκα Μοίραις
  10. εἴκει καὶ μεγάλοιο Διὸς μένος· ἀλλὰ τὸ μέν που
  11. ἀθανάτων τάχʼ ἔρεξεν ἐῢς νόος, ἠὲ καὶ αὐταί· [*](Zimmermann, for οὐκί of n.)
  12. Ἀργεῖοι δʼ ἔτι θυμὸν ἐπὶ Τρώεσσιν ὄρινον
  13. πάντῃ ἀνὰ πτολίεθρον· ἔρις δʼ ἔχε πείρατα χάρμης. [*](Verse supplied by Zimmermann, ex P.)