Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἄνδρα νέον κτείναντι καὶ ὄβριμον· ἢν δὲ γέροντα
  2. κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς·
  3. τοὔνεκʼ ἐμεῦ ἄπο νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας
  4. ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι.
  5. ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός·
  6. ὦ γέρον, ἔλπομʼ ἔγωγʼ ἐσθλόν ποτὶ γῆρας ἱκέσθαι·
  7. ἀλλά μοι ἕως ἔτι κάρτος ἀέξεται, οὔτινʼ ἐάσω
  8. ἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλʼ Ἄϊδι πάντας ἰάψω,
  9. οὕνεκʼ ἄρʼ ἐσθλὸς ἀνὴρ ὃς δήϊον ἄνδρʼ ἀπαμύνει.
  10. ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορ
  11. δεινὸς ἀνήρ· ἴθυνε δʼ ὅπῃ θνητοῖς ἐπὶ πότμον
  12. ψυχῆς εἰσι τάχιστα καὶ αἵματος αἰνὰ κέλευθα·
  13. καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα
  14. Τυδείδαο χέρεσσιν. ὁ δʼ εἰσέτι Τρῶας ἐναίρων
  15. ἔσσυτʼ ἀνὰ πτολίεθρον ἐῷ μέτα κάρτεϊ θύων·
  16. δάμνατο δʼ ἠῢν Ἄβαντα· βάλεν δʼ ὑπὸ δούρατι μακρῷ
  17. υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα.
  18. Αἴας δʼ Ἀμφιμέδοντα, Δαμαστορίδην δʼ Ἀγαμέμνων,
  19. Ἰδομενεῦς δὲ Μίμαντα, Μέγης δʼ ἕλε Δηιοπίτην.
  20. υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ