Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καί πού τις βρεχμόν τε καὶ ἐγκέφαλον συνέχευε
  2. λᾶα βαλὼν ἑτάροιο κατὰ μόθον· οἱ δʼ ἅτε θῆρες
  3. οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο
  4. ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο
  5. νύχθʼ ὑπὸ λευγαλέην· μέγα δʼ ἰσχανόωντες Ἄρηος
  6. ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον
  7. σεύοντες, πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησαν
  8. Ἀργείων· Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροισιν
  9. ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι,
  10. δυσμενέας δάμναντο καὶ ὡς βεβαρηότες οἴνῳ.
  11. αἴγλη δʼ ἄσπετος ὦρτο διʼ ἄστεος, οὕνεκʼ Ἀχαιῶν
  12. πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρʼ ἀνὰ δῆριν
  13. δυσμενέας τε φίλους τε μάλʼ ἀτρεκέως ὁρόωσι.
  14. καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντα
  15. αἰχμητῆρα Κόροιβον ἀγανοῦ Μύγδονος υἷα
  16. ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν,
  17. ᾗχι θοαὶ πόσιός τε καὶ εἴδατός εἰσι κέλευθοι.
  18. καὶ τὸν μὲν περὶ δουρὶ μέλας ἐκιχήσατο πότμος·
  19. κάππεσε δʼ ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν,
  20. νήπιος, οὐδʼ ἀπόνητο γάμων, ὧν οὕνεχʼ ἵκανε