Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. θάρσος, ὅ περ πρὸς Ἄρηα καὶ οὐτιδανόν περ ἐγείρει·
  2. κάρτιστοι δὲ τότʼ ἄνδρες ἐπὶ μόθον, ὁππότε θυμὸν
  3. παρθέμενοι στονόεντος ἀφειδήσωσιν ὀλέθρου·
  4. ὡς νῦν Τρώιοι υἷες ἀταρβέες ἀμφιμάχονται
  5. ἄστυ περὶ σφέτερον· μέγα δέ σφισι μαίνεται ἦτορ.
  6. ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
  7. ὦ Κάλχαν, δήϊοισι καταντίον ἄλκιμοι ἄνδρες
  8. μάρνανται· τοὶ δʼ ἐντὸς ἀλευάμενοι ἀπὸ πύργων
  9. οὐτιδανοὶ πονέονται, ὅσων φρένα δεῖμα χαλέπτει·
  10. τῷ νῦν μήτε δόλον φραζώμεθα, μήτε τι μῆχος
  11. ἄλλο· πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας
  12. καὶ δορί· θαρσαλέοι γὰρ ἀμείνονες ἐν δαῒ φῶτες.
  13. ὣς φάμενον προσέειπε μένος Λαερτιάδαο·
  14. ὦ τέκος ὀβριμόθυμον ἀταρβέος Αἰακίδαο,
  15. ταῦτα μέν, ὡς ἐπέοικεν ἀμύμονι φωτὶ ἐσθλῷ,
  16. θαρσαλέως μάλα πάντα διίκεο χερσὶ πεποιθώς·
  17. ἀλλʼ οὔτʼ ἀκαμάτοιο τεοῦ πατρὸς ἄτρομος ἀλκὴ
  18. ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
  19. οὔθʼ ἡμεῖς μάλα πολλὰ πονεύμενοι· ἀλλʼ ἄγε θᾶσσον
  20. Κάλχαντος βουλῇσι θοάς ἐπὶ νῆας ἰόντες