Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καί οἱ πάντα μέλοιτο μάλʼ ἔμπεδον, ὁππόσʼ ἔγωγε
  2. πρόσθʼ ἐφάμην· καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ,
  3. ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται.
  4. ὣς φάτο· τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ
  5. ἄλλων δειδιότων· μάλα γὰρ μέγα ἔργον ἔμελλεν
  6. ἐκτελέειν· τῷ καί μιν ἐϋφρονέοντʼ ἀνὰ θυμὸν
  7. εὐρὺς ἀγάσσατο λαός· ὁ δʼ ἐν μέσσοισιν ἔειπεν·
  8. ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες,
  9. ἔργον μὲν τόδʼ ἔγωγε λιλαιομένοισι τελέσσω,
  10. εἰ καὶ ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται
  11. βάλλειν ζωὸν ἐόντα· τὸ γάρ νύ μοι εὔαδε θυμῷ,
  12. ἢ θανέειν δηΐοισιν ὑπʼ ἀνδράσιν, ἢ ὑπαλύξαι
  13. Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα.
  14. ὣς φάτο θαρσαλέως· μέγα δʼ Ἀργεῖοι κεχάροντο·
  15. καί τις ἔφη· ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε
  16. σήμερον· οὐ γὰρ πρόσθεν ἔην θρασύς· ἀλλά ἑ δαίμων
  17. ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι
  18. ἢ νῶιν· νῦν γάρ που ὀΐομαι ἐσσυμένως περ
  19. ἀργαλέου πολέμοιο τέκμωρ ἀΐδηλον ἔσεσθαι.
  20. ὣς ἄρʼ ἔφη κατὰ λαὸν ἀρηϊφίλων τις Ἀχατῶν·