Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην
  2. αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ
  3. κινυμένην, λάσιον δὲ κάρη καὶ ἐΰτριχον οὐρήν,
  4. οὔατά τʼ ὀφθαλμούς τε διειδέας ἄλλα τε πάντα,
  5. οἷς ἐπικίνυται ἵππος· ἀέξετο δʼ ἱερὸν ἔργον
  6. ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην
  7. δῶκʼ ἐρατήν· τετέλεστο δʼ ἐνὶ τρισὶν ἤμασι πάντα
  8. Παλλάδος ἐννεσίῃσι· πολὺς δʼ ἐπεγήθεε λαὸς
  9. Αργείων· θαύμαζε δʼ ὅπως ἐπὶ δούρατι θυμὸς
  10. καὶ τάχος ἐκπεπόνητο ποδῶν, χρεμέθοντί τʼ ἐῴκει.
  11. καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου
  12. εὔχετʼ ἐπʼ ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας·
  13. κλῦθι, θεὰ μεγάθυμε, σάου δʼ ἐμὲ καὶ τεὸν ἵππον.
  14. ὣς φάτο· τοῦ δʼ ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη,
  15. καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν
  16. πᾶσιν, ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο.
  17. ἀλλʼ ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦ
  18. δερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων
  19. μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα,
  20. δὴ τότʼ ἐπʼ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα