Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καὶ σάκος, ἀλλʼ ἄρα τυτθὸν ἐπέγραφε δέρμα βοείης.
  2. οὐδʼ ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μέδοντα
  3. μεσσηγὺς σάκεός τε καὶ ἱπποκόμου τρυφαλείης
  4. τύψεν· ὁ δʼ ἐκ πύργοιο κατήριπεν, εὖτʼ ἀπὸ πέτρης
  5. ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ·
  6. ὣς ὁ πεσὼν τετάνυστο· λίπεν δέ μιν ἱερὸς αἰών.
  7. Αἰνείας δʼ ἑτάροιο χολωσάμενος βάλε πέτρην,
  8. καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον
  9. Τοξαίχμην· θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα
  10. ὀστέα σὺν πήληκι· λύθη δέ οἱ ἀγλαὸν ἦτορ.
  11. τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε πάϊς Ποίαντος ἀγαυοῦ·
  12. Αἰνεία, νὺν ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος
  13. ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες
  14. δυσμενέεσσι μάχονται ἀνάλκιδες· εἰ δὲ τίς ἐσσί,
  15. ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης
  16. Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν.
  17. ὣς ἄρʼ ἔφη· τὸν δʼ οὔτι θρασὺς πάϊς Ἀγχίσαο
  18. καίπερ ἐελδόμενος προσεφώνεεν, οὕνεκʼ ὀρώρει
  19. δῆρις ὀϊζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ
  20. νωλεμέως· οὐ γάρ τι κακοῦ παύοντο μόθοιο·