Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἁζομένη Κυθέρειαν ἀπέτραπεν υἱωνοῖο
  2. θυμὸν καὶ μέγα κάρτος ἐπʼ ἄλλων ἔθνεα λαῶν.
  3. ἐνθʼ ὁ μὲν ἂρ Τρώων πολέας κτάνεν, ὃς δʼ αρʼ Ἀχαιῶν [*](Supplied by Zimmermann, ex P.)
  4. δάμνατο μυρία φῦλα· δαϊκταμένων δʼ ἐνὶ χάρμῃ
  5. οἰωνοὶ κεχάροντο μεμαότες ἔγκατα φωτῶν
  6. δαρδάψαι καὶ σάρκας· ἐπεστενάχοντο δὲ Νύμφαι
  7. καλλιρόου Σιμόεντος ἰδὲ Ξάνθοιο θύγατρες.
  8. καί ῥʼ οἱ μὲν πονέοντο· κόνιν δʼ ἀκάμαντες ἀῆται
  9. ὦρσαν ἀπειρεσίην· ἤχλυσε δὲ πᾶσαν ὕπερθεν
  10. ἠέρα θεσπεσίην, ὥς τʼ ἀπροτίοπτος ὀμίχλη,
  11. οὐδʼ ἄρα φαίνετο γαῖα, βροτῶν δʼ ἀμάθυνεν ὀπωπάς·
  12. ἀλλὰ καὶ ὣς μάρναντο· καὶ ἐς χέρας ὅντινʼ ἕλοντο
  13. κτεῖνον ἀνηλεγέως, καὶ εἰ μάλα φίλτατος ἦεν·
  14. οὐ γὰρ ἔην φράσσασθαι ἀνὰ κλόνον οὔτʼ ἐπιόντα
  15. δήιον οὔτʼ ἄρʼ ἑταῖρον· ἀμηχανίη δʼ ἔχε λαούς.
  16. καί νύ κε μίγδʼ ἐγένοντο καὶ ἀργαλέως ἀπόλοντο
  17. πάντες ὁμῶς ὀλοοῖσι περὶ ξιφέεσσι πεσόντες
  18. ἀλλήλων, εἰ μή σφιν ἀπʼ Οὐλύμποιο Κρονίων
  19. ἤρκεσε τειρομένοισι, κόνιν δʼ ἀπάτερθεν ἔλασσεν
  20. ὑσμίνης, ὀλοὰς δὲ κατεπρήϋνεν ἀέλλας.