Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ὕλλον ἐϋγλώχινι βαλὼν κατὰ λαιμὸν ἄκοντι,
  2. ὃν τέκε δἶ Ἀρέθουσα παρʼ ὕδασι Ληθαίοιο
  3. Κρήτῃ ἐν ἀμφιάλῳ· μέγα δʼ ἤκαχεν Ἰδομενῆα.
  4. αὐτὰρ Πηλείδαο πάϊς δυοκαίδεκα φῶτας
  5. Τρώων αὐτίκʼ ὄλεσσεν ὑπʼ ἔγχεϊ πατρὸς ἑοῖο·
  6. Κέβρον μὲν πρώτιστα καὶ Ἅρμονα Πασίθεόν τε
  7. Ὑσμινόν τε καὶ Ἰμβράσιον Σχέδιόν τε Φλέγην τε
  8. Μνήσαιόν τʼ ἐπὶ τοῖσι καὶ Ἔννομον Ἀμφίνοόν τε
  9. καὶ Φάσιν ἠδὲ Γαληνόν, ὃς οἰκία ναιετάασκε
  10. Γαργάρῳ αἰπεινῇ, μετὰ δʼ ἔπρεπε μαρναμένοισι
  11. Τρωσὶν ἐϋσθενέεσσι, κίεν δʼ ἅμʼ ἀπείρονι λαῷ
  12. ἐς Τροίην· μάλα γάρ οἱ ὑπέσχετο πολλὰ καὶ ἐσθλὰ
  13. Δαρδανίδης Πρίαμος δώσειν περικαλλέα δῶρα,
  14. νήπιος· οὐδʼ ἄρʼ ἐφράσσαθʼ ἑὸν μόρον· ἦ γὰρ ἔμελλεν
  15. ἐσσυμένως ὀλέεσθαι ὑπʼ ἀργαλέου πολέμοιο,
  16. πρὶν δόμον ἐκ Πριάμοιο περικλυτὰ δῶρα φέρεσθαι.
  17. καὶ τότε Μοῖρʼ ἀΐδηλος ἐπέτραπεν Ἀργείοισιν
  18. Εὐρυμένην, ἕταρον κρατερόφρονος Αἰνείαο.
  19. ὦρσε δέ οἱ μέγα θάρσος ὑπὸ φρένας, ὄφρα δαμάσσας
  20. πολλοὺς αἴσιμον ἦμαρ ἀναπλήσῃ ὑπʼ ὀλέθρῳ.