Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος
  2. πολλὰ μάλʼ ἐσσυμένην ὀλοφύρατο· καί οἱ ὕπερθε
  3. λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.
  4. ἵκετο δʼ ἐμβεβαυῖα διʼ οὔρεος, ᾗχι καὶ ἄλλαι
  5. νύμφαι Ἀλεξάνδροιο πυρὴν περικωκύεσκον.
  6. τὸν δʼ ἔτι που κρατερὸν πῦρ ἄμφεχεν, οὕνεκʼ ἄρʼ αὐτῷ
  7. μηλονόμοι ξυνιόντες ἀπʼ οὔρεος ἄλλοθεν ἄλλοι
  8. ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες
  9. ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι,
  10. κλαίοντες μάλα πολλὰ περισταδόν· ἡ δέ μιν οὔτι,
  11. ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ,
  12. ἀλλὰ καλυψαμένη περὶ φάπεϊ καλὰ πρόσωπα
  13. αἶψα πυρῇ ἐνέπαλτο· γόον δʼ ἄρα πουλὺν ὄρινε·
  14. καίετο δʼ ἀμφὶ πόσει· νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι
  15. θάμβεον, εὖτʼ ἐσίδοντο μετʼ ἀνέρι πεπτηυῖαν·
  16. καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
  17. ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν
  18. κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν
  19. οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος,
  20. νήπιος· οὐδʼ ἀλόχοιο περίφρονος ἅζετο θυμὸν