Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τοὺς ἔχʼ ἀοσσητῆρας· ἐμῶν δʼ ἀπὸ τῆλε μελάθρων
  2. χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμʼ ἀλεγεινόν·
  3. σεῖο γὰρ εἵνεκʼ, ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος,
  4. τοὺς μὲν ἐφʼ υἱωνοῖς, τοὺς δʼ υἱάσιν ὀλλυμένοισιν.
  5. ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε,
  6. ἧς σε χρεὼν νυκτός τε ταὶ ἤματος ἀσχαλόωντα
  7. τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ
  8. εἰσόκε σʼ ἰήνειεν ἀνιηρῶν ὀδυνάων.
  9. ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων,
  10. νηπίη· οὐδʼ ἄρʼ ἐφράσσαθʼ ἑὸν μόρον· ἦ γὰρ ἔμελλον
  11. κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι
  12. ἐσσυμένως· ὣς γάρ οἱ ἐπέκλωσεν Διὸς Αἶσα.
  13. τὸν δʼ ἄρʼ ἀπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης
  14. οἶμον ἐς ἐσχατιήν, ὄθι μιν μόρος αἰνὸς ἄγεσκε [*](Verse supplied by Zimmermann, ex P.)
  15. λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ
  16. Ἥρη τʼ εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη,
  17. ἑζομένη κατʼ Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετʼ ἀλωὴ.
  18. καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο,
  19. τάς ποτʼ ἄρʼ Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη
  20. γείνατʼ ἀνʼ οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας