Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ψυχή οἱ πεπότητʼ ἐπὶ χείλεσιν αὐαλέοισιν
  2. ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα·
  3. ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ·
  4. καί ῥʼ ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν·
  5. ὦ γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ
  6. ἐχθήρῃς, ἐπεὶ ἄρ σε πάρος λίπον ἐν μεγάροισι
  7. χήρην, οὐκ ἐθέλων περ· ἄγον δέ με Κῆρες ἄφυκτοι
  8. εἰς Ἑλένην, ἧς εἴθε πάρος λεχέεσσι μιγῆναι
  9. σῇσιν ἐν ἀγκοίνῃσι θανὼν ἀπὸ θυμὸν ὄλεσσα.
  10. ἀλλʼ ἄγε, πρός τε θεῶν, οἵ τʼ οὐρανὸν ἀμφινέμονται,
  11. πρός τε τεῶν λεχέων καὶ κουριδίης φιλότητος,
  12. ἤπιον ἔνθεο θυμόν, ἄχος δʼ ἀλεγεινὸν ἄλαλκε
  13. φάρμακʼ ἀλεξήσοντα καθʼ ἕλκεος οὐλομένοιο
  14. θεῖσα, τά μοι μεμόρηται ἀπωσέμεν ἄλγεα θυμοῦ,
  15. ἢν ἐθέλῃς· σῇσιν γὰρ ἐπὶ φρεσίν, εἴτε σαῶσαι
  16. μήδεαι ἐκ θανάτοιο δυσηχέος, εἴτε καὶ οὐκί·
  17. ἀλλʼ ἐλέαιρε τάχιστα καὶ ὠκυμόρων σθένος ἰῶν
  18. ἐξάκεσʼ, ἕως μοι ἔτʼ ἀμφὶ μένος καὶ γυῖα τέθηλε·
  19. μηδέ τί με ζήλοιο λυγροῦ μεμνημένη ἔμπης
  20. καλλείψῃς θανέεσθαι ἀμειλίκτῳ ὑπὸ πότμῳ