Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες· ἀμφὶ δὲ θῶες
- σμερδαλέοι, καὶ λυγρὸν ὑπʼ ὀφρύσι μειδιόωσαι
- πορδάλιες· τῶν δʼ ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι
- καὶ σύες ἀργιόδοντες ἐϋσθενέες τε λέοντες
- ἐκπάγλως ζωοῖσιν ἐοικότες· ἀμφὶ δὲ πάντῃ
- ὑσμῖναι ἐνέκειντο μετʼ ἀργαλέοιο φόνοιο·
- δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο.
- ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο·
- ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης
- Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον,
- Ἄργον, ὅς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν·
- ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο
- βλήμενος ἐκ δίφροιο· καταιθομένης δʼ ἄρα γαίης
- ὡς ἐτεόν περ ἄητο μέλας ἐνὶ ἠέρι καπνός·
- Περσεὺς δʼ ἀντίθεος βλοσυρὴν ἐδάϊζε Μέδουσαν,
- ἄστρων ᾗχι λοετρὰ πέλει καὶ τέρματα γαίης
- πηγαί τʼ ὠκεανοῖο βαθυρρόου, ἔνθʼ ἀκάμαντι
- ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη νύξ·
- ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάϊς Ἰαπετοῖο
- Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ