Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἀλλʼ ὁ μὲν ἤδη πρόσθεν ὑφʼ Ἕκτορι κεῖτο δαϊχθεὶς
- ἠΰς Πρωτεσίλαος· ὀ δʼ ἔγχεϊ Πενθεσιλείης
- βλήμενος Ἀργείοισι λυγρὸν περικάββαλε πένθος·
- τοὔνεκά οἱ πληθὺν μὲν ἀπόπροθι ταρχύσαντο
- τεθναότων· κείνῳ δέ πέριξ ἐβάλοντο καμόντες
- οἴῳ σῆμʼ ἀρίδηλον, ἐπεὶ θρασὺς ἔπλετο θυμῷ.
- νόσφι δὲ Θερσίταο λυγρὸν δέμας οὐτιδανοῖο
- θάψαντες ποτὶ νῆας ἐϋπρώρους ἀφίκοντο
- Αἰακίδην Ἀχιλῆα μέγα φρεσὶ κυδαίνοντες.
- ἦμος δʼ αἰγλήεσσα κατʼ ὠκεανοῖο βεβήκει
- ἠώς, ἀμφὶ δὲ γαῖαν ἐκίδνατο θεσπεσίη νύξ,
- δὴ τότʼ ἄρʼ ἐν κλισίῃς Ἀγαμέμνονος ἀφνειοῖο
- δαίνυτο Πηλείδαο βίη· σὺν δʼ ἄλλοι ἄριστοι
- τέρποντʼ ἐν θαλίῃς μέχρις ἠὼ δῖαν ἱκέσθαι.