Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὐ μὲν ὅσον τὸ πάροιθεν, ὅμως δʼ ἄρα βαιὸν ἰάνθη
  2. πολλῆς ἐκ κακότητος, ἔχει δʼ ἔτι πήματος ἄλγος
  3. αἰνὸν ὑπὸ βλεφάροισι λελειμμένον· ὣς ἄρα δεινὴν
  4. υἱὸς Λαομέδοντος ἐσέδρακε Πενθεσίλειαν·
  5. παῦρον μὲν γήθησε, τὸ δὲ πλέον εἰσέτι παίδων
  6. ἄχνυτʼ ἀποκταμένων. ἄγε δʼ εἰς ἑὰ δώματʼ ἄνασσαν,
  7. καί μιν προφρονέως τίεν ἔμπεδον εὖτε θύγατρα
  8. τηλόθι νοστήσασαν ἐεικοστῷ λυκάβαντι,
  9. καί οἱ δόρπον ἔτευξε πανείδατον, οἷον ἔδουσι
  10. κυδάλιμοι βασιλῆες, ὅτʼ ἔθνεα δῃώσαντες
  11. δαίνυντʼ ἐν θαλίῃσιν ἀγαλλόμενοι περὶ νίκης·
  12. δῶρα δέ οἱ πόρε καλὰ καὶ ὄλβια, πολλὰ δʼ ὑπέστη
  13. δωσέμεν, ἢν Τρώεσσι δαϊζομένοις ἐπαμύνῃ.
  14. ἡ δʼ ἄρʼ ὑπέσχετο ἔργον, ὃ οὔποτε θνητὸς ἐώλπει,
  15. δῃώσειν Ἀχιλῆα καὶ εὐρέα λαὸν ὀλέσσειν
  16. Ἀργείων, πυρσὸν δὲ νεῶν καθύπερθε βαλέσθαι·
  17. νηπίη· οὐδέ τι ᾔδη ἐϋμμελίην Ἀχιλῆα,
  18. ὅσσον ὑπέρτατος ἦεν ἐνὶ φθισήνορι χάρμῃ.
  19. τῆς δʼ ὡς οὖν ἐπάκουσεν ἐῢς πάϊς Ἠετίωνος
  20. Ἀνδρομάχη, μάλα τοῖα φίλῳ προσελέξατο θυμῷ·