Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- πολλὰ παρηγορέοντες ὁμιλαδόν· ὣς δὲ καὶ αὐτὸν
- Πηλείδην ἑτέρωθεν ἐρήτυον· ἦ γὰρ ἔμελλον
- ἤδη καὶ ξιφέεσσιν ἐριδμαίνειν οἱ ἄριστοι
- Ἀργείων· τοὺς γάρ ῥα κακὸς χόλος ὀτρύνεσκεν.
- ἀλλʼ οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων.
- οἱ δὲ μέγʼ οἰκτείραντες ἀγαυὴν Πενθεσίλειαν
- Ἀτρεῖδαι βασιλῆες ἀγασσάμενοί ἑ καὶ αὐτοὶ
- Τρωσὶ δόσαν ποτὶ ἄστυ φέρειν ἐρικυδέος Ἴλου
- σὺν σφοῖσιν τεύχεσσιν, ἐπεὶ Πριάμοιο νόησαν
- ἀγγελίην προϊέντος· ὁ γὰρ φρεσὶν ᾗσι μενοίνα
- κούρην ὀβριμόθυμον ὁμῶς τεύχεσσι καὶ Ἵππῳ
- ἐς μέγα σῆμα βαλέσθαι ἀφνειοῦ Λαομέδοντος.
- καί οἱ πυρκαϊὴν νηήσατο πρόσθε πόληος
- ὑψηλήν, εὐρεῖαν· ὕπερθε δὲ θήκατο κούρην
- πολλοῖς σὺν κτεάτεσσιν, ὅσα κταμένῃ ἐπεῴκει
- ἐν πυρὶ συγκείασθαι ἐϋκτεάνῳ βασιλείῃ·
- καὶ τὴν μὲν κατέδαψε θοὸν μένος Ἡφαίστοιο,
- φλὸξ ὀλοή· λαοὶ δὲ περισταδὸν ἄλλοθεν ἄλλοι
- πυρκαϊὴν σβέσσαντο θοῶς εὐώδεϊ οἴνῳ.
- ὀστέα δʼ ἀλλέξαντες ἄδην ἐπέχευαν σἄλειφα