Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα
  2. ἐξ ἁλὸς ἀΐσσουσι μέγʼ ἀχνύμενοι περὶ νηὸς
  3. ἠδʼ ἐτάρων, οὓς αἰνὸν ὐπὸ ζόφον ἤλασε κῦμα·
  4. ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο
  5. κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα
  6. καὶ λαούς, οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.
  7. Τῇδʼ ἔπικαγχλόων μεγάλʼ εὔχετο Πηλέος υἱός·
  8. κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδʼ οἰωνῶν,
  9. δειλαίη· τίς γάρ σε παρήπαφεν ἀντίʼ ἐμεῖο
  10. ἐλθέμεν; ἦ που ἔφησθα μάχης ἄπο νοστήσασα
  11. οἰσέμεν ἄσπετα δῶρα παρά Πριάμοιο γέροντος
  12. κτείνασʼ Ἀργείους· ἀλλʼ οὐ τόδε σοίγε νόημα
  13. ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν
  14. ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα
  15. ἠδὲ σοὶ αἰνομόρῳ, ἐπειή νύ σε Κῆρες ἐρεμναὶ
  16. καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν
  17. βήμεναι ἐς πόλεμον, τόν περ τρομέουσι καὶ ἄνδρες.
  18. ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς
  19. ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης·
  20. ἄμφω δʼ ἀσπαίρεσκον ὑφʼ ἓν δόρυ δῃωθέντες.