Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μηκεδανὴν μίτρωσε δρακοντείῳ τρίχα δεσμῷ·
  2. παρθενικὰς δʼ ἐδίωκε θεωρίδας. οὐ τότε λοιβή,
  3. οὐδὲ θυηπολίη μεταδήμιος, οὐ παρὰ νηῷ
  4. Δελφὸς ἀνὴρ ἐχόρευε· τανυπλέκτοιο δὲ κισσοῦ
  5. γυιοβόροις ἑλίκεσσιν ἐμαστίζοντο γυναῖκες.
  6. θηρητὴρ δʼ ἀλέεινεν ἰδὼν ὀρεσίδρομον Ἰνώ,
  7. καλλείψας σταλίκων λίνεον δόλον· ὑψιλόφου δὲ
  8. αἰπόλος ἤλασεν αἶγας ὑπὸ πτύχα φωλάδα πέτρης
  9. καὶ βόας ἱδρώοντας ὑπὸ ζυγόδεσμον ἐλαύνων
  10. ἅλμασιν Ἰνῴοισι γέρων ἔφριξεν ἀροτρεύς.
  11. καὶ χθονίης σφίγξασα βοῆς ἀλλόθροον ἠχὼ
  12. Πυθιὰς ὀμφήεσσα διʼ οὔρεος ἔτρεχε κούρη,
  13. ἠθάδα σεισαμένη κεφαλῇ Πανοπηίδα δάφνην·
  14. δυσαμένη δὲ κάρηνα βαθυκνήμιδος ἐρίπνης
  15. Δελφικὸν ἄντρον ἔναιε φόβῳ λυσσώδεος Ἰνοῦς.
  16. ἀλλὰ διεσσυμένη πολυκαμπέος ἔνδιον ὕλης
  17. οὐ λάθεν Ἀπόλλωνα πανόψιον· ἄγχι δὲ λόχμης
  18. οἰκτείρων ταχὺς ἦλθε, καὶ εἰς βροτὸν εἶδος ἀμείψας
  19. νύμφης ἐγγὺς ἵκανε, καὶ ἀκρότατον δέμας Ἰνοῦς
  20. φειδομέναις παλάμῃσι σοφῆς ἐπλέξατο Δάφνης,