Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς ἔνατον σκοπίαζε καὶ ὄψεαι υἱέα Μαίης θυγατέρας τε Λάμου καὶ Μύστιδα καὶ δρόμον Ἰνοῦς.
  2. Ζεὺς δὲ πατὴρ Σεμέλης φλογερῶν νωμήτορα κόλπων
  3. ἡμιτελῆ λοχίοιο διαθρῴσκοντα κεραυνοῦ
  4. δεξάμενος Διόνυσον ἐπέρραφεν ἄρσενι μηρῷ,
  5. μαρμαρυγὴν δʼ ἀνέμιμνε τελεσσιγόνοιο Σελήνης·
  6. καὶ παλάμη Κρονίδαο κυβερνήτειρα λοχείης
  7. αὐτομάτη πέλε μαῖα πολυρραφέος τοκετοῖο,
  8. παιδοτόκου λύσασα μογοστόκα νήματα μηροῦ.
  9. καὶ Διὸς ὠδίνοντος ἴτυς θηλύνετο μηροῦ,
  10. καὶ πάις ἠλιτόμηνος ἀμήτορι τίκτετο θεσμῷ
  11. ἄρσενα θηλυτέρην μετὰ γαστέρα γαστέρα βαίνων.
  12. τὸν μὲν ὑπερκύψαντα θεηγενέος τοκετοῖο
  13. στέμματι κισσήεντι λεχωίδες ἔστεφον Ὧραι
  14. ἐσσομένων κήρυκες, ἐπʼ ἀνθοκόμῳ δὲ καρήνῳ
  15. εὐκεράων σκολιῇσιν ὑπὸ σπείρῃσι δρακόντων
  16. ταυροφυῆ Διόνυσον ἐμιτρώσαντο κεράστην.
  17. καί μιν ἔσω Δρακάνοιο λεχώιον ἀμφὶ κολώνην
  18. πήχεϊ κολπωθέντι λαβὼν Μαιήιος Ἑρμῆς
  19. ἠερόθεν πεπότητο· λοχευομένῳ δὲ Λυαίῳ
  20. πατρῴην ἐπέθηκεν ἐπωνυμίην τοκετοῖο