Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ βρέφος ἠλιτόμηνον ἀδηλήτου τοκετοῖο
  2. ἄσθμασι φειδομένοισιν ἐχυτλώσαντο κεραυνοί·
  3. καὶ Σεμέλη πυρόεσσαν ἐσαθρήσασα τελευτὴν
  4. ὤλετο τερπομένη λόχιον μόρον· ἦν δὲ νοῆσαι
  5. ἵμερον, Εἰλείθυιαν, Ἐρινύας εἰν ἑνὶ παστῷ.
  6. καὶ βρέφος ἡμιτέλεστον ἑῷ γενετῆρι λοχεῦσαι
  7. οὐρανίῳ πυρὶ γυῖα λελουμένον ἤγαγεν Ἑρμῆς.
  8. Ζεὺς δὲ βαρυζήλοιο μετατρέψας νόον Ἥρης
  9. ἄγριον ἐπρήυνε παλίλλυτον ὄγκον ἀπειλῆς,
  10. καὶ φλογερὴν Σεμέλην μετανάστιον εἰς πόλον ἄστρων
  11. οὐρανὸν οἶκον ἔχουσαν ἀνήγαγε μητέρα Βάκχου
  12. αἰθερίοις ναέτῃσιν ὁμέστιον, ὡς γένος Ἥρης,
  13. ὡς τόκον Ἁρμονίης ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης·
  14. καὶ καθαρῷ λούσασα νέον δέμας αἴθοπι πυρσῷ---
  15. καὶ βίον ἄφθιτον ἔσχεν Ὀλύμπιον· ἀντὶ δὲ Κάδμου
  16. καὶ χθονίου δαπέδοιο καὶ Αὐτονόης καὶ Ἀγαύης
  17. σύνθρονον Ἄρτεμιν εὗρε καὶ ὡμίλησεν Ἀθήνῃ
  18. καὶ πόλον ἕδνον ἔδεκτο, μιῆς ψαύουσα τραπέζης
  19. Ζηνὶ καὶ Ἑρμάωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.