Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ζηνὶ γυναιμανέοντι, φίλοι, φθέγξασθε, κεραυνοί.
- ἀλλὰ βαρυζήλων ἀχέων ποινήτορες Ἥρης
- εἰς Σεμέλην ἔρχεσθε γαμοστόλοι, ἕδνα δὲ μίτρης
- λισσομένη φλογόεντας ἑοὺς δέξαιτο φονῆας.
- τοῖα μὲν ἀφθόγγοις Διὸς ἔντεσιν ἴαχεν Ἥρη
- ἀχνυμένη, φθονερῷ δὲ χόλῳ κυμαίνετο δαίμων.
- καὶ Σεμέλη βαρύδεσμος ἐῷ νεοπενθέι θυμῷ
- ἀστεροπὴν ποθέουσα, πυραυγέα πομπὸν Ἐρώτων,
- μεμφομένοις στομάτεσσιν ἑὸν λιτάνευεν ἀκοίτην,
- Ἡραίης ἐθέλουσα πυριστεφέος τύπον εὐνῆς·
- Πρὸς Δανάης λίτομαί σε ῥυηφενέων ὑμεναίων,
- δὸς χάριν, Εὐρώπης κερόεις πόσις· αἰδέομαι γὰρ
- κικλήσκειν Σεμέλης σε, τὸν ὡς ὄναρ εἶδον, ἀκοίτην.
- Ἀκρίσιος Κάδμοιο μακάρτερος· ἀλλὰ καὶ αὐτὴ
- ἤθελον, εἰ χρύσειον ἴδον γάμον, ὑέτιε Ζεῦ,
- εἰ μὴ τοῦτο γέρας σέο Περσέος ἥρπασε μήτηρ·
- ἤθελον, εἴ με κόμισσας ἐν ὕδασι ταῦρος ὁδίτης
- ὤμοις ὑμετέροισιν, ἵνα πλάζοιτο καὶ αὐτὸς
- γνωτὸς ἐμὸς Πολύδωρος, ἀλήμονος ἅρπαγα νύμφης
- μαστεύων, ἅτε Κάδμος, ἐμὸν Κρονίωνα φορῆα.