Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τίκτω ἐγὼ γενέτης, καὶ τλήσομαι ἄρσενι μηρῷ
  2. θηλυτέρας ὠδῖνας, ὅπως ὠδῖνα σαώσω.
  3. χθιζὰ μὲν εὐρυάλωος ἐμῆς ὑπὸ νεύματι Δηοῦς
  4. γαῖα χαρασσομένη σταχύων μνηστῆρι σιδήρῳ
  5. ξηρὸν ἀμαλλοτόκοιο λοχεύσατο καρπὸν ἀρούρης.
  6. ἤδη δʼ ἀγλαόδωρος ἐμὸς πάις ἐν χθονὶ πήξει
  7. ὑγρὸν ἀκεσσιπόνοιο θυώδεα καρπὸν ὀπώρης,
  8. νηπενθὴς Διόνυσος, ἀπενθέα βότρυν ἀέξων,
  9. ἀντίπαλος Δήμητρι· καὶ αἰνήσεις με δοκεύων
  10. ἄμπελον οἰνοτόκοισιν ἐρευθιόωσαν ἐέρσαις
  11. εὐφροσύνης κήρυκα, καὶ ἀγρονόμους παρὰ ληνῷ
  12. ποσσὶ βαρυνομένοισιν ἐπιθλίβοντας ὀπώρην,
  13. Βασσαρίδων τε φάλαγγα φιλεύιον ὑψόθεν ὤμων
  14. ἄπλοκον αἰθύσσουσαν ἐς ἠέρα λυσσάδα χαίτην·
  15. καὶ φρένα βακχεύσαντες ἀμοιβαίοισι κυπέλλοις
  16. πάντες ἀνευάξουσιν ἐπʼ εὐκελάδοιο τραπέζης
  17. ἀνδρομέης Διόνυσον ἀλεξητῆρα γενέθλης·
  18. τοῦτον ἀεθλεύσαντα μετὰ χθόνα σύνδρομον ἄστρων,
  19. γηγενέων μετὰ δῆριν, ὁμοῦ μετὰ φύλοπιν Ἰνδῶν
  20. Ζηνὶ συναστράπτοντα δεδέξεται αἰόλος αἰθήρ.