Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πυρσοφόρῳ νάρθηκι καταχθέα πῆχυν ἐρείσας·
  2. ἄλλοτε θύρσον ἄειρε πολύπλοκον οἴνπι κισσῷ,
  3. δέπμα φέρων ἐλάφοιο· γυναιμανέος δὲ φορῆος
  4. λαιῷ ποικιλόνωτος ἐσείετο νεβρὶς ἀγοστῷ.
  5. γαῖα δὲ πᾶσα γέλασσε, καὶ αὐτοφύτοισι πετήλοις
  6. ὄρχατος ἀμπελόεις Σεμέλης περιδέδρομεν εὐνήν,
  7. καὶ δροσεροῦ λειμῶνος ἀνέβρυον ἄνθεα τοῖχοι
  8. ἀμφὶ γονῇ Βρομίοιο, καὶ ἀννεφέλων ἐπὶ λέκτρων
  9. βρονταίοις πατάγοισιν ἐπέκτυπεν ἐνδόμυχος Ζεὺς
  10. τύμπανα νυκτελίοιο προθεσπίζων Διονύσου.
  11. καὶ Σεμέλην μετὰ λέκτρα φίλῳ προσπτύξατο μύθῳ
  12. ἐλπίσιν ἐσσομένῃσι παρηγορέων ἕο νύμφην·
  13. Εἰμί, γύναι, Κρονίδης σέο νυμφίος· αἰθερίῳ μὲν
  14. αὐχένα γαῦρον ἄειρε συναπτομένη παρακοίτῃ,
  15. μείζονα δὲ βροτέης μὴ δίζεο μέτρα γενέθλης.
  16. οὔ σοι ἐριδμαίνει Δανάης γάμος· ἀλλὰ καὶ αὐτῆς
  17. πατροκασιγνήτης βοέων ὑμέναιον Ἐρώτων
  18. ἔκρυφες· Εὐρώπη γὰρ ἀγαλλομένη Διὸς εὐνῇ
  19. ἤλυθεν εἰς Κρήτην, Σεμέλη δʼ ἐς Ὄλυμπον ἱκάνει.
  20. τί πλέον ἤθελες ἄλλο μετʼ αἰθέρα καὶ πόλον ἄστρων;