Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ μόγις εἰς πόλον ἦλθε δολοπλόκος ὑψιμέδων Ζεὺς
  2. ἔνθεον ἀμφιέπων παλινάγρετον εἶδος ὀπωπῆς.
  3. καὶ νυχίης ἐθέλων Σεμέλης ἐπιβήμεναι εὐνῆς
  4. εἰς δύσιν ὄμμα τίταινε, πότε γλυκὺς Ἕσπερος ἔλθῃ·
  5. καὶ δολιχὴν Φαέθοντος ἐμέμφετο δείελον ὥρην,
  6. καὶ φιλίοις στομάτεσσι δυσίμερον ἴαχε φωνήν·
  7. Ἔννεπε, Νὺξ χρονίη, φθονερὴ πότε δύεται Ἠώς;
  8. ἀλλὰ σὺ δαλὸν ἄειρε Διὸς προκέλευθον Ἐρώτων,
  9. λαμπάδα νυκτιπόλοιο προθεσπίζουσα Λυαίου
  10. ζηλήμων Φαέθων με βιάζεται· ἦ ῥα καὶ αὐτὸς
  11. ἱμείρει Σεμέλης καὶ ἐμοὶ ποθέοντι μεγαίρει;
  12. ἠέλιε, κλονέεις με καὶ εἰ μάθες οἶστρον Ἐρώτων·
  13. φειδομένῃ μάστιγι πόθεν βραδὺν ἵππον ἱμάσσεις;
  14. οἶδα καὶ ὀξυτάτην ἑτέρην δύσιν· ἢν ἐθελήσω,
  15. καὶ σὲ καὶ ἠριγένειαν ἐμοῖς νεφέεσσι καλύψω,
  16. καὶ σέο κευθομένοιο φανήσεται ἠματίη Νὺξ
  17. Ζηνὸς ἐπειγομένοιο γαμοστόλος, ὄφρα φαείνῃ
  18. ἄστρα μεσημβρίζοντα, καὶ ἠθάδα πομπὸν Ἐρώτων
  19. ἕσπερον ἀντέλλοντα καὶ οὐ δύνοντα τελέσσω.
  20. ἀλλὰ τεὸν προκέλευθον Ἑωσφόρον εἰς δύσιν ἕλκων