Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λούεται Ἀονίῃσιν ἐνὶ προχοῇσι Σελήνη·
  2. εἰ δὲ δέμας φαίδρυνε χάριν γλυκεροῖο νομῆος,
  3. τί χρέος Ἀσωποῖο μετὰ ῥόον Ὠκεανοῖο;
  4. εἰ δὲ καὶ αἰθερίην μεθέπει χιονώδεα μορφήν,
  5. μήνης ποῖον ἔχει σημήιον; ἀστομίων γὰρ
  6. οὐρήων ζυγόδεσμα καὶ ἀργυρόκυκλος ἀπήνη
  7. αἰγιαλῷ παρέασιν, ὑποζεῦξαι δὲ λεπάδνῳ
  8. ἡμιόνους οὐκ οἶδε βοῶν ἐλάτειρα Σελήνη.
  9. εἰ δέ τις οὐρανίη θεὸς ἤλυθε—παρθενικῆς γὰρ
  10. γλαυκὰ γαληναίων βλεφάρων ἀμαρύγματα λεύσσω—,
  11. καὶ τάχα Τειρεσίαο παλαιοτέρην μετὰ νείκην
  12. λούσατο δέρμα βαλοῦσα πάλιν γλαυκῶπις Ἀθήνη.
  13. κούρη μὲν ῥοδόπηχυς ἔχει θεοειδέα μορφήν·
  14. εἰ δέ μιν ἀγλαόφορτος ἐπιχθονίη τέκε γαστήρ,
  15. αἰθερίων Κρονίωνος ἐπάξιος ἔπλετο λέκτρων.
  16. τοῖα μὲν ἐν ῥοθίοισιν ὑποβρυχίη φάτο φωνή
  17. Ζεὺς δὲ πυριγλώχινι πόθου δεδονημένος οἴστρῳ
  18. νηχομένης πάπταινε ῥοδόχροα δάκτυλα κούρης·
  19. ἀσταθέος δʼ ἐλέλιζεν ἀλήμονα κύκλον ὀπωπῆς,
  20. πῇ μὲν ὀπιπεύων ῥοδέου σπινθῆρα προσώπου,