Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὀρχηστὴρ πολύκυκλος ἑλίσσετο λαίλαπι ταρσῶν,
- νεύματα μῦθον ἔχων, παλάμην στόμα, δάκτυλα φωνήν.
- ἀλλὰ Διὸς πετάσας ἐπὶ γούνασι λευκάδα χαίτην
- αἰὼν ποικιλόμορφος, ἔχων κληῖδα γενέθλης,
- ἱκεσίης ὀρέγεν κεχαλασμένον ὁλκὸν ὑπήνης,
- εἶχε λιτάς· δαπέδῳ δὲ καθελκομένοιο καρήνου
- ἐκταδίην ἔθλιψε ῥάχιν κυρτούμενος αὐχήν·
- καὶ ποδὸς ὀκλάζοντος ἀτέρμονα χεῖρα τιταίνων
- ἀενάου βιότοιο γέρων ἐφθέγξατο ποιμήν·
- Ζεῦ ἄνα, καὶ σὺ δόκευε κατηφέος ἄλγεα κόσμου.
- οὐχ ὁράᾳς, ὅτι γαῖαν ὅλην οἴστρησεν Ἐνυὼ
- ὥριον ἀμώουσα ταχυφθιμένης στάχυν ἥβης;
- οὔ πω λείψανα κεῖνα παρήλυθεν, ἐξ ὅτε φωτῶν
- ἔκλυσας ἔθνεα πάντα, καί ἠερίου ῥόος ὄμβρου
- ἠέρα κυμαίνων ἐπεπάφλασε γείτονι Μήνῃ.
- χαιρέτω ὠκυμόρων μερόπων βίος, ὧν ἐπὶ πότμῳ
- οὐρανίους οἴηκας ἀναίνομαι οὐκέτι κόσμου
- πεῖσμα κυβερνήσω· μακάρων δέ τις ἄλλος ἀρείων
- πηδάλιον βιότοιο παλιννόστοιο δεχέσθω·
- ἄλλος ἐμῶν ἐτέων ἐχέτω δρόμον· αἰνοπαθὲς γὰρ