Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Δίζεο θέσκελον ἕκτον, ὅπῃ Ζαγρῆα γεραίρων γαίης ἕδρανα πάντα κατέκλυσεν ὑέτιος Ζεύς.
  2. οὐδὲ πατὴρ τότε μοῦνος ἔχεν πόθον· ἀλλὰ καὶ αὐτοὶ
  3. ἓν βέλος ἶσον ἔχοντες, ὅσοι ναετῆρες Ὀλύμπου,
  4. Δηῴης ὑμέναιον ἑεδνώσαντο θεαίνης.
  5. ἔνθα σέλας ῥοδέοιο διαλλάξασα προσώπου
  6. ἄλγεσι κυμαίνοντα νόον μαστίζετο Δηώ·
  7. καὶ κεφαλῆς γονόεσσαν ἀπεσφήκωσε καλύπτρην,
  8. αὐχενίης λύσασα καθειμένα βόστρυχα χαίτης,
  9. παιδὶ περιφρίσσουσα· βαρυνομένης δὲ θεαίνης
  10. δάκρυσιν αὐτοχύτοισι καθικμαίνοντο παρειαί,
  11. ὅττι τόσους μνηστῆρας ἑνὶ φλογόεντι βελέμνῳ
  12. εἰς ἔριν οἰστρηθέντας ὁμοζήλων ὑμεναίων
  13. ξυνὸς Ἔρως βάκχευεν, ἁμιλλητῆρας Ἐρώτων·
  14. πάντας μὲν τρομέεσκε, τὸ δὲ πλέον ὄμπνια μήτηρ
  15. παιδὸς ἔχειν Ἥφαιστον ἐδείδιε χωλὸν ἀκοίτην.
  16. καὶ δόμον Ἀστραίοιο μετέστιχεν εὔποδι ταρσῷ,
  17. δαίμονος ὀμφήεντος· ὀπισθοπόρων δὲ κομάων
  18. ἄπλοκον ἀσταθέεσσιν ἐσείετο βόστρυχον αὔραις.
  19. τὴν μὲν ἰδὼν ἤγγειλεν Ἑωσφόρος· εἰσαΐων δὲ
  20. ὦρτο γέρων Ἀστραῖος· ὁ μὲν γραμμῇσι χαράσσων