Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παιδοκόμος Βρομίοιο φερέσβιος· ἀμφοτέροις γὰρ
  2. μαζὸν ἕνα ξύνωσε Παλαίμονι καὶ Διονύσῳ.
  3. καὶ Σεμέλη πεφύλακτο φαεινοτέροις ὑμεναίοις·
  4. ἤδη γὰρ μενέαινε νέον Διόνυσον ἀέξειν,
  5. ταυροφυὲς μίμημα παλαιγενέος Διονύσου,
  6. αἰνομόρου Ζαγρῆος ἔχων πόθον ὑψιμέδων Ζεύς,
  7. ὃν τέκε Περσεφόνεια δρακοντείῃ Διὸς εὐνῇ
  8. σύγγαμος οὐδαίοιο μελαγχλαίνου ψευδήμονα μορφήν,
  9. Ζεὺς ὅτε πουλυέλικτος, ἔχων ψευδήμονα μορφήν,
  10. μείλιχος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ
  11. Περσεφόνης σύλησεν ἀνυμφεύτοιο κορείην
  12. κευθομένης, ὅτε πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,
  13. παιδὶ μιῇ θέλγοντο καὶ ἀγχιγάμου περὶ κούρης
  14. Κυπριδίην ἔριν εἶχον ἀσυλήτων ὑμεναίων
  15. δωροφόροι· μή πω δὲ μολὼν ἐπὶ δέμνια Πειθοῦς
  16. ῥάβδον ἑὴν ἐτίταινε γέρας θαλαμηπόλον Ἑρμῆς,
  17. ὤρεγε δʼ ἕδνα γάμοιο λύρην εὔυμνον Ἀπόλλων,
  18. καὶ δόρυ καὶ θώρηκα γαμήλιον ὤπασεν Ἄρης
  19. ἀσπίδα δῶρον ἄγων νυμφήιον, εὐκελάδου δὲ
  20. Λήμνιος ἀρτιτέλεστον ἔτι πνείοντα καμίνου