Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- λείψανον Ἀκταίωνος, ὑπὲρ δαπέδου δὲ λυθέντα
- πολλάκι δαιδαλέοιο παρήλυθες ὀστέα νεβροῦ
- οἰκτρὰ πολυβρώτων μελέων, μεμερισμένα γαίῃ,
- ἀλλήλων ἀπάνευθεν. ἐγὼ δέ σοι ἄλλο βοήσω
- πιστὸν ἐμοῦ θανάτου σημήιον· ἀρχεκάκου γὰρ
- ὄψεαι ἰοδόκην καὶ ἐμὸν βέλος ἐγγύθι δένδρου,
- εἰ μὴ καὶ πτερόεντες ἐμορφώθησαν ὀιστοί,
- εἰ μὴ χωομένη πάλιν Ἄρτεμις εἰς φυτὸν ὕλης
- τόξον ἐμὸν μετάμειψεν, ἐμὴν δʼ ἤλλαξε φαρέτρην.
- ὄλβιος Ὦτος ἔην, ὅτι μὴ πέλε νεβρὸς ἀλήτης·
- οὐ κύνες Ὠρίωνα κυνοσσόον--- αἴθε καὶ αὐτὸν
- σκορπίος Ἀκταίωνα κατέκτανεν ὀξέι κέντρῳ.
- δειλὸς ἐγώ· κενεὴ γὰρ ἐμὸν νόον ἤπαφε φήμη·
- εἰσαΐων δʼ, ὅτι Φοῖβος, ἀδελφεὸς ἰοχεαίρης,
- Κυρήνῃ παρίαυεν, ἐμὸν δʼ ἔσπειρε τοκῆα,
- Αρτεμιν ὠισάμην ἐμφύλιον εἰς γάμον ἕλκειν.
- καὶ πάλιν εἰσαΐων, ὅτι νυμφίον ἀργέτις Ἠὼς
- ἥρπασεν Ὠρίωνα καὶ Ἐνδυμίωνα Σελήνη,
- καὶ βροτὸν Ἰασίωνα πόσιν προσπτύξατο Δηώ,
- ὠισάμην, ὅτι τοῖος ἔην νόος ἰοχεαίρης.