Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Νηιάδας· δεδάασι δʼ ἐμαὶ δρύες· ἰσοτύπους δὲ
  2. θῆρας ἐμοὺς ἐρέεινε, καὶ οὓς ἐκάλεσσα νομῆας.
  3. ἀλλά, πάτερ, πυμάτην πόρε μοι χάριν, ἀφραδέας δὲ
  4. πένθος ἔχων φιλότεκνον ἐμοὺς μὴ κτεῖνε φονῆας,
  5. παιδοφόνους οἴκτειρον ἀμεμφέας· ἡμετέραις γὰρ
  6. θηρείαις ἀέκοντες ἀπεπλάγχθησαν ὀπωπαῖς.
  7. τίς δὲ κύων ἐλάθου ποτὲ φείδεται; ἠὲ τίς ἀνὴρ
  8. νεβροφόνοις σκυλάκεσσι χολώεται; ἆ πόσα δειλοὶ
  9. κυκλάδας ἔνθα καὶ ἔνθα περιτροχόωσι κολώνας,
  10. καὶ νέκυν ἰχνεύουσι, τὸν ἔκτανον· ἐκ βλεφάρων δὲ
  11. δάκρυα μὲν προχέουσιν ἐχέφρονα, καὶ ποσὶν ἄκροις
  12. δίκτυα πηχύνουσι φιλοστόργῳ τινὶ δεσμῷ [*](So Mss.: some conjecture θεσμῷ.)
  13. ἀνδράσιν ἀχνυμένοισιν ἐοικότες, ἡμετέρῃ δὲ
  14. πενθαλέαις ὑλακῇσιν ἐπικλαίουσι χαμεύνῃ.
  15. ναί, λίτομαι, μὴ κτεῖνε γοήμονας· ἡμετέρου γὰρ
  16. δέρματα λαχνήεντος ἐθηήσαντο προσώπου,
  17. οὐδὲ λιταῖς πείθοντο, καὶ οὐκ ἀνέκοψαν ὀδόντας
  18. ἀλλοίης ἀίοντες ἐμῆς μυκήματα φωνῆς,
  19. καὶ κινυροῖς στομάτεσσιν ἐμὴν ἐρέεινον ἐρίπνην·
  20. ʽσ̔ήμερον Ἀκταίωνά τις ἥρπασεν, εἴπατε, πέτραι,