Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀλλὰ Διιπετέων ἀνέμων ζωαρκέσιν αὔραις
- λοίγιον εὐνήσαντι πυρώπιδος ἀστέρα Μαίρης
- παῖδα συνεκλήισσε περισσονόῳ παρακοίτῃ.
- καὶ γάμος ἦν πολύολβος, ἐπεὶ γέρας ἄζυγι κούρῃ
- δῶκε βόας, πόρεν αἶγας, ὀρίτροφον ὤπασε ποίμνην·
- καὶ πολὺς ἀχθοφόρῳ βεβαρημένος ὄγμος ἀνάγκῃ
- φόρτον ἐλαιήεντος ἐκούφισεν ἀμφιφορῆος,
- ἕδνα γάμων, πολλὴν δὲ σοφῆς ἐκόμισσε μελίσσης
- δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης.
- κεῖνος ἀνὴρ πρώτιστος ὀρίδρομος ἅλματι ταρσῶν
- εὗρε φιλοσκοπέλοιο πόνον κεμαδοσσόον ἄγρης,
- πῶς νοερῷ μυκτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης
- θηρὸς ἀσημάντοιο κύων μαντεύεται ὀδμήν,
- ὄρθια λοξοκέλευθον ἐπὶ δρόμον οὔατα τείνων,
- καὶ δολίης δεδάηκε πολύπλοκα δίκτυα τέχνης
- καὶ σταλίκων τύπον ὀρθόν, ὑπὲρ ψαμάθοιο δὲ θηρῶν
- πρώιον ἀτρίπτῳ κεχαραγμένον ἴχνος ἀρούρῃ---[*](A verse or more seems to have fallen out.)
- καὶ ποσὶν ἐνδρομίδας θηρήτορα φῶτα διδάξας
- ἄσχετον ἀίσσοντα κυνοσσόον εἰς δρόμον ἄγρης
- πέπλα φαεινομένης ἐπιγουνίδος ἄχρι φορῆσαι,